TLG 2583 001 :: MANETHO :: Apotelesmatica Apotelesmatica Source: Koechly, A. (ed.), Poetae bucolici et didactici. Paris: Didot, 1862: 41–101. Citation: Book — (line) | |||
t | ΜΑΝΕΘΩΝΟΣ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ | ||
2(t) | ΒΙΒΛΙΟΝ Β [Α] | ||
pinax1 | Ἐν τῷ βʹ τούτῳ βιβλίῳ διέξεισιν, | ||
---|---|---|---|
pinax2 | Α. Περὶ τῆς θέσεως τῶν ἐν τῇ σφαίρᾳ κύκλων φαινομένων τε καὶ | ||
pinax3 | ἀφανῶν καὶ ἄξονος καὶ ὁρίζοντος καὶ τῆς ἐν τοῖς κύκλοις | ||
pinax4 | τῶν ἄστρων τε καὶ ἀστέρων θέσεως καὶ τῶν λοξῶν κύκλων. | ||
pinax5 | Β. Τί ἕκαστος τῶν ἑπτὰ πλανητῶν ἐν ἰδίῳ, καὶ τί ἐν ἀλλοτρίῳ | ||
pinax6 | οἴκῳ φαινόμενος ἀποτελεῖ. | ||
pinax7 | Γ. Τίς ἑκάστου τῶν ἑπτὰ πλανητῶν ἐν τῇ ἀνατολῇ, καὶ τίς ἐν | ||
pinax8 | τῇ δύσει δύναμις. | ||
pinax9 | Δ. Περὶ τῆς φάσεως τῶν ζʹ πλανητῶν, καὶ τί μὲν ἕκαστος αὐ‐ | ||
pinax10 | τῶν τῷ ἡλίῳ συνὼν ἀποτελεῖ, καὶ τί διαμετρῶν, τί δὲ τῇ | ||
pinax11 | σελήνῃ καθ’ ἑκάστην τῶν δύο φάσεων. | ||
1 | Πάντοτε μὲν κόσμοιο κατ’ αἰθέρα κοιρανέοντες Ἠέλιος Μήνη τε διηνεκὲς ὦκα φέρονται. ἄστρα δ’ ἄρ’ ἤλιθα μυρί’ ἀν’ οὐρανῷ ἐστήρικται μαρμαίροντ’ ἐπὶ νυκτί, τὰ μὲν σελάεσσιν ἀφαυροῖς | ||
5 | αἰθύσσοντ’, ὥσθ’ ὅσσον ὑπ’ ὄμμασιν αὐγάζεσθαι, πολλοὶ δ’ αὖτ’ αἴγλῃσι φαεινόμενοι βλοσυρῇσιν ἀστέρες, ὡς καὶ φέγγος ἐπὶ χθονὸς ἡμερίοισιν φαίνειν, εὖτ’ ἀσέληνον ἔχῃ δρόμον ἀμβροσίη νύξ· καὶ μὴν δὴ τάδε πάντα δι’ αἰθέρος αἰὲν ἄρηρεν | ||
10 | ἀπλανέ’ ἐν χώρῃ, τῇ δὴ τὰ πρῶτα δέδασται, ἑλκόμεν’ ἀντολίηθεν ἐφ’ ἑσπερίην δύσιν αἰεί, παῦρ’ ὑπὸ δεικήλων τεράτων τετυπωμένα μορφαῖς, αὕτως δὲ πλέονα σποράδην πεφορημέν’ ὕπερθεν. πέντε δ’ ἄρ’ ἀστέρες οἶοι ἀγαυότατοι διὰ κύκλου | ||
15 | Ζωδιακοῦ πλάζονται ἀμειβόμενοι κατὰ κόσμον καὶ δείκηλ’, οὓς φῦλα βροτῶν ὀνόμηναν ἀλήτας, τῶν μὲν δὴ μετόπισθε φίλῃ μεμνήσομ’ ἀοιδῇ. Μακρὸς δ’ αὖ διὰ μέσσου ἐλήλαται οὐρανοῦ ἄξων, ἀστεμφής, ὄσσοισιν ὁρωμένῳ ἀπροτίοπτος, | ||
20 | ὃς περὶ πᾶν γαίης τε καὶ ἀτρυγέτου διὰ πόντου ὦκα διηνεκέως δινεύμενος οὐκ ἀπολήγει. Τοῦ δὲ δύω πόλοι εἰσὶ καταντιπέρην ἀσάλευτοι, ὃς μὲν ἐπὶ κρυεροῦ Βορέω πνοιῇσιν ἀρηρὼς καὶ κεφαλῆς ἀγχοῦ βαιῆς κυνοσουρίδος Ἄρκτου, | ||
25 | ἄλλος δ’ ἐν διερῷ Νότῳ ἵσταται· ἀλλ’ ὁ μὲν ὑψοῦ κεῖται ὑπερχθόνιος, νότιος δ’ ἀΐδηλος ὑπ’ αἶαν. Κύκλοι δ’ αὖ πολλοὶ καὶ ἀπείριτοι οὐρανοῦ εἴσω δινεῦνται, τοὺς αὐτὸς ἀεὶ σφαίρης στροφάλιγγι τεύχει ἑλισσομένων ἄστρων κατ’ ἀπείριτον οἶμον. | ||
30 | τῶν δέ τε πάντων εἰσὶ πανέξοχοι ἐννέα κύκλοι, δοιοὶ μὲν προτίοπτοι ἰδ’ ὀφθαλμοῖσιν ὁρητοί, οἱ δ’ ἄλλοι μήτι μερόπων πραπίσιν τε νοητοί. ἕπτ’ ἀϊδεῖς μὲν ἔασιν ἰδ’ ἐν φρεσὶ μοῦνον ὁρητοί, | ||
ἀλλήλοις δὲ παραβλήδην στρωφώμενοι αἰεί· | 41 | ||
35 | ὃς μὲν γὰρ πρώτιστα πόλου δινεύμενος ὑψοῦ, ὅντε Βόρειον φῶτες ἐπίκλησιν καλέουσιν· τὸν δὲ μέτα τροπικὸς θέρεος πυριλαμπέος ὥρης | ||
37b | γίνεται· ***** | ||
38 | τείνονται μεσάτοιο, δι’ οὗ θοὸν ἅρμα τιταίνων ἴσην Ἠέλιος τεύχει νύκτ’ ἄμβροτον ἠοῖ· | ||
40 | τῷ δ’ ἔπι χειμερίοιο τροπῆς κύκλος ἐστήρικται· ἑξείης δ’ ἐπὶ τῷ Νότιος πέλει, οὗ ῥά τε βαιὴν φράζεο μοῖραν ὕπερθε, τὸ γὰρ πλέον ἔσθ’ ὑπὸ γαῖαν· τοὺς δὲ μέσους τέμνουσι δύω κύκλοι ἄξονος αὐτοῦ ἄκρης ἀρχόμενοι κορυφῆς· αὐτοί γε μὲν ἄμφω | ||
45 | ἀλλήλους ἄχρις Νοτίου τέμνουσι πόλοιο, ὃς μὲν ἐνὶ θνητοῖσι καλούμενος ὀρθὸν Ὁρίζων, ὃς δὲ Μεσημβρινὸς ὑψοῦ ἄκρης κυρτούμενος αἴθρης. ἀμφότεροι δ’ ἄρα τοίγε πόλων ἔντοσθεν ἐόντες ἐντὸς ἐέργουσιν δίνην περικείμενοι ἄστρων. | ||
2(50) | οἵδε μὲν ἐν πραπίδεσσιν ἀριφραδέες τελέθουσιν γνώσασθαι κύκλοι. τοὺς δ’ αὖθ’ ἑτέρους καὶ ἐπ’ ὄσσοις δερκόμεθ’, εὖτ’ ἂν γαῖαν ἐπιτρέχῃ ἀμβροσίη νύξ, τὸν μὲν ἴσον χροιῇ λευκῷ φαίνοντα γάλακτι, τὸν δ’ ὑπὸ δεικήλοισι δυώδεκα παμφαίνοντα | ||
55 | Ζωδιακόν· λοξοὶ δ’ ἐπαμοιβαδὶς ἐζώσαντο οὐρανὸν ἀμφότεροι δίχα τέμνοντές σφεας αὐτούς. ἑπτὰ δ’ ἄρ’, ὥσπερ πρόσθεν ἀείσαμεν, εἰσὶν ἄϊστοι καὶ μοῦνον πυκινῇσιν ἐνὶ φρεσὶν ἑστηῶτες, οὕνεκεν οὐ ζώων μορφαῖς ὁλκοῖς τε φαεινοῖς | ||
60 | οὐδὲ μὲν οὐ χροιῇσι διάκριτοι εἰσορόωνται, ἀλλ’ αὕτως δίνῃσιν ὀϊόμεθά σφεας ἄστρων κυκλοῦσθαι, τάπερ αὐτὸς ἀτειρὴς αἰὲν ἀγινεῖ οὐρανὸς ἐν στροφάλιγγι περὶ χθόνα δῖαν ἑλίσσων. ἦ γὰρ δὴ τὸν μέν τε Βορήιον ἀστέρες Ἄρκτου | ||
65 | μείζονος, ἣν Ἑλίκην ναῦται νηῶν ὀνόμηναν, ἀμφιχαράσσονται ῥοίζῳ στρωφώμενοι αἰεί, οἵτε οἱ ἀκροτάτοισι φαείνονται περὶ ποσσίν· ἄντυξ δ’ αὖ κύκλοιο μέσην διὰ χεῖρα Βοώτου τέμνει ὑπ’ ἀγκῶνος σκαιοῦ, κεφαλῆς τε Δράκοντος | ||
70 | ἀκροτάτης ψαύει, στέρνον θ’ ὕπο Κηφέος εἶσιν καὶ κλεινῆς ἀλόχοιο παραὶ ποσὶ Κασσιεπείης. κύκλος δ’, ὅστε τρέπει θέρεος πυριλαμπέος ὥρην, ἀστέρι δινεύοντι περιγράφεται κατ’ Ὄλυμπον Καρκίνου ὀγδοάτης μοίρης ἔπι παμφαίνοντι· | ||
75 | κεῖται δὲ τμήγων μέσσον διὰ Καρκίνον αὐτόν, ξανθήν τ’ αὐχένιον χαίτην χαροποῖο Λέοντος, σπεῖράν τε πρώτην Ὄφιος, βριαροῦ τ’ Ὀφιούχου ὤμους, Ὄρνιθός τε δέρην τανυσιπτερύγοιο, καὶ πόδας Ἱππείους, χειρός τ’ ἀγκῶνα βορείου | ||
80 | Ἀνδρομέδης, καρπόν τε χερὸς λαιὴν δέ τε κνήμην Περσέος, ὑστάτιόν τε ποδὸς θέναρ Ἡνιόχοιο, καὶ βριαρῶν Διδύμων δύο σὺν χείρεσσι κάρηνα. αὐτὰρ ἰσημερινόν τις ἑῷ φράσσαιτ’ ἐνὶ θυμῷ ἀστέρος ἐκ μεσάτοιο χαρασσόμενον Κριοῖο, | ||
85 | κεῖθεν δ’ αὖ παραμειβόμενον Ταύρου πόδας ἄκρους, καὶ καλὴν ζώνην θηροκτόνου Ὠρίωνος, | ||
Ὕδρης θ’ ὁλκὸν ἀπειρεσίης, Κρητῆρά τε μέσσον, ἑξῆς δ’ ἀκροτάτου στολμοῦ ψαύοντ’ ἐρατεινῆς Παρθένου, ἰοβόλου τε διὲκ χηλῆς περόωντα | 42 | ||
90 | Σκορπίου, ἰγνύας τε διακρίνοντ’ Ὀφιούχου, καὶ χαίτης ἄκρης ἐπαφώμενον ὠκέος Ἵππου, μέσσον τ’ ἀμφοτέροισιν ἐν Ἰχθύσι δινεύοντα. χειμερίου δὲ τροπῆς κύκλον θοοῦ Αἰγοκερῆος σκέπτεο πὰρ μέσσοιο διεκπερόωντ’ ἐπὶ γοῦνα | ||
95 | ἀμφότερ’ Ὑδροχόου, καὶ Κήτεος εἰναλίοιο οὐρήν, ἠδὲ Λαγωοῦ ἀπὸ στέρνων ἐπὶ μέσσα νισσόμενον, πρώτους τε πόδας Κυνός, ἠδὲ καὶ Ἀργοῦς ποντοπόρου τέμνοντα δι’ αἰθέρος ἄκρα κόρυμβα, Κενταύρου τ’ ὤμους, νότιον κέντρον τ’ ὀλοοῖο | ||
2(100) | Σκορπίου, ἠδὲ βιὸν στέρνων μέτα Τοξευτῆρος. τὸν δ’ ἄρα δὴ νότιον, μεθ’ ὃν οὐκέτι φέγγος ὁρᾶται ἄστρων ἀνθρώποις, οἳ δὴ χθόνα τήνδε νέμονται, ὁπλῇσιν Κένταυρος ὑπὸ σφετέρῃσι χαράσσει, πηδάλιόν τε νεός, τὴν ἀκροτάτῃσι τεμοῦσα | ||
105 | Πηλίου ἐν κορυφαῖς Παλλὰς θέτ’ ἀν’ ἀστράσιν Ἀργώ. οἱ δὲ δύω, τοίπερ τε πόλῳ διαπειραίνονται, ἀστεμφεῖς ἑστᾶσι καὶ ἀκλινέες περὶ κόσμον, πάντων δεικήλων αἰεὶ ἐπαφώμενοι ὁλκοῦ· ὃς μὲν γάρ θ’ ὑψοῦ θοοῦ οὐρανοῦ ἐστήρικται | ||
110 | ἠῴην οἶμον καὶ δείελον Ἠελίοιο κρίνων καὶ θνητοῖσιν ἄγων βαιὴν λύσιν ἔργων· ὃς δὲ περιστρέφεται πύματον πόντον τε καὶ αἶαν φαίνων ἀντολίας, δύσιάς θ’ ὑπὸ βένθεσι κεύθων, ὅς ῥά θ’ Ὁρίζων κύκλος ὑπ’ ἀνθρώπων πεφάτισται, | ||
115 | οὕνεκα μηκίστην ὄσσων ἐπιτέμνει ὀπωπήν. ὁλκὸς δ’ αὖτε Γαλαξίεω βαιῇ μὲν ὁρᾶται λαμπετόων μοίρῃ, τὸ δέ οἱ πλέον ἐστὶν ἀμαυρόν· γυροῦται δ’ ὑψοῦ μὲν ἐπὶ πνοιαῖς Βορέαο ἐν θρόνῳ ἑζομένης γούνων ἄχρι Κασσιεπείης, | ||
120 | πὰρ κεφαλὴν Κηφῆος· ὁ δ’ Ὄρνιθος πτερὰ τέμνει, Αἰητοῦ τε μέσον, καὶ Τόξων ἄγχι κορώνης ἀκρότατον νεῦρον, θηρὸς φονίοιο τε κέντρον, ἠδὲ Θυτήριον ἄκρον ἰδ’ ὁπλὰς Κενταύροιο τέσσαρας· ἐκ δ’ ἄρα κεῖθεν ἀνέρχεται ἐκ Βορέαο | ||
125 | ἄψορρος διὰ Νηὸς ἀμειβόμενος κατὰ πρύμνην, καὶ κνήμας Διδύμων, κορυφῆς θ’ ὕπερ Ὠρίωνος, καὶ γόναθ’ Ἡνιόχου, γουνός τ’ ἔπι γοργοφόνοιο δεξιτεροῦ Περσῆος, ὃ δὴ τέταθ’ ὥστε θέοντος. Ζωδιακὸς δ’, ὅσπερ τε κατ’ οὐρανὸν ἔπλετο πάντων | ||
130 | εὐτροχάλων κύκλων μάλ’ ἀγαυότατος καὶ ὁρητός, δώδεχ’ ὑπ’ εἰδώλοισι κεκασμένος εἶσι δι’ αἴθρης· ἀμφὶ δ’ ἄρ’ αὐτὸν κεῖται ὑπ’ ἀστράσι παμφαίνοντα Κριὸς καὶ Ταῦρος, Δίδυμοι δ’ ἐπὶ τῷδε, μετ’ αὐτοὺς Καρκίνος ἠδὲ Λέων, στάχυάς τ’ ἐν χερσὶ φέρουσα | ||
135 | Παρθένος ἀνθρώπων γενεὴν ποθέουσα παλαιῶν, Χηλαί θ’, ἃς καὶ δὴ μετεφήμισαν ἀνέρες ἱροὶ καὶ Ζυγὸν ἐκλήισσαν, ἐπεὶ τετάνυνθ’ ἑκάτερθεν οἷαί περ πλάστιγγες ἐπὶ ζυγοῦ ἑλκομένοιο, Σκορπίος ἐστὶ δ’ ἔπειτα, βίη τ’ ἔπι Τοξευτῆρος, | ||
140 | καὶ δὲ καὶ Αἰγόκερως, μεθ’ ὃν Ὑδροχόος τε καὶ Ἰχθῦς. | ||
Οἴκοις μὲν δὴ πάντες ἑοῖς παρεόντες ἄριστοι ἀστέρες ἐν γενέθλῃ, ἐπεὶ ἐσθλοδόται μὲν ἀρείω καὶ πλέον’ ἐσθλὰ διδοῦσι, κακοὶ δέ τε μείονα λυγρά. τῷ μάλα χρὴ σκέπτεσθ’, ὁπόσοι σφετέροισι δόμοισιν | 43 | ||
145 | ἠὲ καὶ εἰν ὁρίοισιν ἑοῖς βεβαῶτες ὁρῶνται· εἰ μὲν γὰρ πλέονες, πολὺ φέρτερον, εἰ δέ τε παῦροι, μειότερον κῦδος βιότῳ καὶ πρῆξιν ὄπασσαν. Ἀλλὰ καὶ ἀλλήλων ὅς’ ἀμειβόμενοι κλυτοφεγγεῖς οἴκοις ἐκτελέουσι, μάλα χρειὼ καταλέξαι. | ||
2(150) | Φαίνων μέν τε Διὸς ζώοις μεγακύδεας ἄνδρας τεύχει, καὶ βασιλεῦσιν ἰδ’ αὖθ’ ἑτάροισιν ἀνάκτων ἐς φιλίην ζεύγνυσι, καὶ αὐτοὺς πολλάκι δασμῶν πρήκτορας ἐξανέφηνεν ἐϋπρήσσοντας ἄναξιν, χρήματά τ’ ἐν χερσὶν δῶκεν βασιλήια νωμᾶν· | ||
155 | πολλάκι δ’ ἀλλοτρίων τέκνων πατέρας καλέεσθαι δῶκεν, ἢ ἐκθεμένοις παῖδας σφετέρους ἀπέδωκεν. Ζεὺς δὲ Κρόνοιο τόποις παρεὼν βίοτον μὲν ὀπάζει, εὐκτεάνους τε τίθησιν, ἀτὰρ πολυγηθέος ὄλβου φειδωλούς, μηδ’ ὅσσον ἑῶν κτεάνων ὀρέγοντας, | ||
160 | ἠπεδανὸν στέρνοισι νόον καὶ ἄναλκιν ἔχοντας, ἀμφὶ ἕθεν πολὺ μεῖον ἢ ὧν πέλας ὦσι φρονοῦντας, ἐν δ’ ἔργοις πρήξει θ’ ἑτέροις ὑποπεπτηῶτας· ὅσσα δέ τ’ ἐκτελέουσιν, ἀποκρύπτει κλέος ἐσθλὸν | ||
† | πολλάκις ἀλλοτρίων, οἳ καί σφισιν αἴσχε’ ἔδωκαν. | ||
166 | ἐν δ’ Ἄρεως ὁρίοισιν ἢ ἐν ζώοισι βεβηκὼς Φαίνων νωχελέας τε καὶ ἀδρανέας μάλα ῥέζει, δειλοὺς πανταρβεῖς τε, φρεσὶν καταπεπτηῶτας, αὐχμηρούς, ἑὸν ἦτορ ἀεὶ βλάπτοντας ἀνίαις. | ||
170 | ἀλλ’ Ἄρης οἴκοισι Κρόνου πολιοῖο βεβηκὼς πανθαρσεῖς τεύχει καὶ πρήξεσι τολμήεντας, πρὸς δ’ ἔτι θαρσαλέους τε καὶ εὐτόλμους καὶ ἀτρέστους, πρῆξιν παντοίην τε καὶ ἔργα τελοῦντας ἀμόχθως, οἷσί τ’ ἐφορμήσωσιν ἀεὶ τέκμωρ ἐπάγοντας· | ||
175 | φθείρει δὲ κλῆρον πατρώιον, ἠδὲ συναίμους πρεσβυτέρους πάντας κρυερῷ ζόφῳ ἀμφικαλύπτει. Ἀφρογενοῦς δὲ Κρόνος παρεὼν οἴκοις τάδε ποιεῖ· πρεσβυτέραις ζεύγνυσιν ἰδὲ δμωῇσιν ἀκιδναῖς, | ||
180 | ἢ ξυνὴν δήμοισι κύπριν μισθοῦ παρεχούσαις. | ||
179 | πρὸς δ’ ἔτι δυσγαμίην καὶ δυστεκνίην μάλ’ ὀπάζει, | ||
181 | στείραις ἠδ’ ἀτόκοισι συνάπτων δυσκλέα λέκτρα· δηθάκι καὶ χείρεσσιν ἑαῖς ἀλόχους ἐδάϊξαν ζήλῳ ἀλαστήσαντες ἐπ’ αἴσχεσιν, οἷς τελέουσιν. Ἀφρογενὴς δὲ Κρόνοιο δόμοις λεχέων ὀλετῆρας | ||
185 | ἀλλοτρίων ἔῤῥεξε, καὶ ἀσπέρμους θέτο τέκνων, οὐ μάλα κηδομένους μάχλου ἕνεκεν φιλότητος οὔτε φίλων σφετέρων, οὐδ’ αὖ πατέρων ἀλέγοντας· ἢ γὰρ δὴ κεδνῶν ἑτάρων γάμον αἰσχύνουσιν, ἢ καὶ μητρυιῇσιν ἑαῖς ἢ παλλακίδεσσιν | ||
190 | σφωιτέρου γενετῆρος ὁμὸν λέχος εἰσανέβησαν. ἐν δ’ ἄρα χρυσοφαοῦς Ἑρμοῦ ζώοισι βεβηκὼς Φαίνων ὀξείας μερόπων ἤμβλυνεν ἀκουάς, ἢ λαλιῆς ἤμερσε φίλης καὶ γλῶσσαν ἔδησεν, δεινοὺς δ’ ἐν πραπίδεσσι καὶ οὐλοὰ μητιόωντας | ||
195 | κρυπταδίως τεύχει, σφέτερον νόον οὔτινι θνητῶν | ||
φαίνοντας, δακετῶν φονιώτερον ἰὸν ἔχοντας, καὶ δὲ καὶ ἀρρήτων μύστας τελετῶν, μακάρων τε ὄργια γιγνώσκοντας, ὅς’ ἐν βίβλοις ἐχαράχθη κρυπταῖς, ἃς οὐ πᾶσι βροτοῖς θέμις ἐν φρεσὶν ἴδμεν· | 44 | ||
2(200) | ταύτης δ’ οὐκ ἂν ὄναιντο δαημοσύνης· τάδε γάρ σφιν ἀντ’ ἀγαθῶν καὶ λυγρὰ καὶ ἀντία γίνεται αἰεί. ταῦτα δὲ καὶ Στίλβων ῥέζει Κρόνου ἐν μεγάροισιν· ἀλλ’ ἄρα τοῖς ἦδος πέλεται σφετέρων ἀπὸ μόχθων· τεύχει δ’ οὐ μοῦνον βίβλων ἐπιίστορας ἱρῶν, | ||
205 | παννυχίδων τελετῶν θ’ ἡγήτορας, ἀλλὰ καὶ ἐσθλοὺς μάντιας, ἀστρονόμους καὶ ὀνειροπόλους, προπάροιθεν ἑζομένους θυσιῶν, μακάρων ἄπο θέσφατα θνητοῖς φαίνοντα, πτηνῶν τε ποτῆς ἄπο θεσπίζοντας, πρήξεσι δ’ ἐν βιότου ἑτέροις ὑποπεπτηῶτας. | ||
210 | ὅσσοις δ’ αὖ Φαέθων Ἄρεως οἴκοισι βέβηκεν, τρισμάκαρες στρατιῶν ἡγήτορες, ἔν τε βροτοῖσιν τιόμενοι πολίων ἡγήτορες ἢ βασιλῆες. ὣς δ’ αὕτως καὶ Θοῦρος ἐπὴν Διὸς ἐς δόμον ἔλθῃ, δωρεῖται κῦδος καὶ ἀπειρέσιον κράτος ἀνδρῶν· | ||
215 | τεύχει καὶ νηῶν ἠδ’ ἱππήων πρυλέων τε ἡγεμόνας βασιλεῦσιν ἀρηρότας, οἳ κατὰ μῶλον ἀνθρώπους κτείνοντας ἑῇ ὀπὶ καὶ μεμαῶτας | ||
217b | ****** | ||
218 | εἰ δ’ ἄρα μὴ κέντρῳ πέλεται μηδ’ ἐς τόσον εἴη ὕψος, ἀειρόμενοι πάντων σφετέρων ὕπερ αὐτοὶ | ||
220 | τάττονται, κἢν δμῶες ἀεικέλιοι τελέθωσιν. ἐν δ’ ἄρα Κυπρογενοῦς ζώοις Ζεὺς ὄλβον ὀπάζει παντοῖον, κτεάνων τε δόμους πίμπλησι βροτοῖσιν, αὐτοὺς δ’ αὖθ’ ἑτάρους ἢ καὶ συνέδρους βασιλήων θηητοὺς λαοῖσι καὶ ἐν πολίεσσιν ἀγητοὺς | ||
225 | τεύχει καὶ μακάρων ἱερεῖς σηκῶν τε προέδρους, τιμαῖς κυδαλίμους ἠδ’ ἐξαίτοις γεράεσσιν, πρήξιος ἐκ πάσης συναθροίζοντας πολὺν ὄλβον, δήμου θ’ ἡγητῆρας, οἳ ἐν χείλεσσιν ἑοῖσιν φθέγξοντ’ εἰν ἱεροῖσιν ἀκουόμενοι ὑπὸ λαῶν, | ||
230 | ζευγνυμένους τ’ ἀνδρῶν μεγάλων φιλότητι γυναικῶν, ὧν ἄπο κυδήεντες ἰδ’ ὄλβιοι ἐξεγένοντο. καὶ Κυθέρη Διὸς οἴκῳ ἢ εἰν ὁρίοισι φανεῖσα εὐκλέας ἐν πολίεσσι καὶ ἐν δήμοισι τίθησιν· κοσμεῖ καὶ μίτρησι πέπλοισί τε πορφυρέοισιν, | ||
235 | στέμμασί τε χρυσοῦ, τοὺς δ’ αὖ γεράεσς’ ἱεροῖσιν· ἠδὲ γάμους δῶκεν φιλίους, καὶ λέκτρα γυναικῶν ὤπασεν εὐθαλάμων, λέκτροις δέ τε δῶκε γυναικῶν εὐόλβων ἐν ἑῇσιν ἔμεν πολίεσσιν ἀρίστοις, κτήματά θ’ ἕξουσιν κλεινὸν βίοτόν τε καὶ οἴκους· | ||
240 | προσφιλέας δ’ ἔρδει καὶ τιμήεντας ἅπασιν, πειθοῖ καὶ χαρίτεσσι τετιμένον ἦτορ ἔχοντας· ἠδὲ καὶ ἄνδρας ἔτευξε γυναικείοισιν ἐπ’ ἔργοις, ἐξ ὧν χρήματα πολλὰ καὶ εὐφροσύνην πόρεν ἐσθλήν· δηθάκι δ’ αὖθ’ ὑποτάσσει ὑπ’ ἀσχολίῃσι τυράννων | ||
245 | ἢ μεγάλων ἀνδρῶν, οἷσι κράτος ἶσον ἄναξιν. Ζεὺς δ’ ἄρ’ ἐν Ἑρμείαο τόποις πολύολβον ἔθηκεν, εὐκλέ’ ἐπιφροσύνης ἕνεκεν, βασιλήιον ὄλβον νωμῶντ’ ἐν χείρεσσι, καὶ ἐκ πολίων ἐθνέων τε | ||
χρήματα καὶ δασμοὺς συναγειρόμενον βασιλεῦσιν, | 45 | ||
2(250) | ἐν δ’ ἔργων πρήξει μέγ’ ὑπείροχον, ἐν δ’ ἄρα τοῖσιν κεκλόμενον, μέγα δ’ αὖτε νόῳ φρονέοντα, καὶ ἐσθλὴν κτῆσιν ἀπ’ ἀσχολίης βιότου φορέοντα πρὸς οἴκους. ἔμπαλι δ’ Ἑρμείης δόμῳ εὐφεγγοῦς Φαέθοντος παιδείης πραπίδεσσι σοφῆς παιδεύματ’ ἔχοντας | ||
255 | παίδων θ’ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων, ἢ δίφρῳ ἑζομένους, ὅθι τ’ ἀργύρου ἐστὶν ἀμοιβή, ἠὲ νόμων θεσμῶν τ’ ἐπιίστορας, ὧν ἕνεκ’ αἰεὶ πειθομένους κῦδός τε κατὰ πτόλιας μέγ’ ἔχουσιν, ῥητῆρας μύθων τε καὶ εἰν ἀγορῇσιν ἀρίστους | ||
260 | νείκεά τ’ ἰθύνειν καὶ τειρομένοισιν ἀρήγειν, ἔν τε δικασπολίῃσιν ἐριδμαίνοντας ἔπεσσιν, ὧν ἄπο πλοῦτον ἀπειρέσιον καὶ χρήματ’ ἄγειραν· ἄλλοι δ’ αὖτε πέλονται ἀπαγγελέες βασιλήων, πίστιν τ’ ἀμφὶ δίκῃσι θεμιστοπόλων ἀπ’ ἀνάκτων | ||
265 | ἴσχουσιν, κείνοις σφετέρῳ νόῳ ἰθύνοντες. ἐν δ’ ἄρα τοι Παφίης Ἄρης οἴκοισι βεβηκὼς ἀλλοτρίων λεχέων κρυπτοὺς λυμάντορας ἔρδει, δώροις ἠδὲ δόλοισιν ὀπιπεύοντας ἑταίρων εὐνέτιδας πηῶν τε, καὶ αἴσχεα μακρὰ τελοῦντας· | ||
271 | ἀλλ’ ἄρα κἀκείνων βιότοις ὀλέθρους ἐπάγουσιν, ἢ καὶ ἑὰς κεδνὰς ἀλόχους ὀλέκουσι χέρεσσιν, | ||
270 | δύσγαμα νυμφεύοντες ἀπ’ ἀλλοτρίων ὑμεναίων. | ||
273 | ζώοις δ’ αὖ Πυρόεντος ἐπεμβεβαυῖα Κυθήρη δυσγαμίην τεύχει τε καὶ ἐκ λεχέων μάλ’ ἀνίας· | ||
275 | ἢ γὰρ ἄγοντ’ ἀλόχους, ὧν ἄργυρον ὦνον ἔδωκαν, δμῳάδας, αἵτ’ αὐτοὺς μάχλοις ἔργοισιν ἔπεισαν, ἠὲ πολυμνήστῃσι συνευνῶσιν φιλότητας αἰεὶ κλεπτομέναις, ὧν εἵνεκα δηριόωσιν· οὐ γὰρ ταὶ τίους’ οὐδ’ αὖ φιλέουσι συνεύνους· | ||
280 | τῷ δὴ καὶ κρίσιας καὶ νείκεα πολλάκις ἔσχον σὺν σφετέραις ἀλόχοισι, καὶ ἀλλήλους ἀθέριξαν | ||
281b | *** καὶ αὐτῶν εἵνεκα δηθὰ | ||
282 | ἐν συνοχῇσι γένοντο καὶ ἀπλήτοις ἀχέεσσιν, ἠδὲ γυναικείης κεφαλῆς χάριν εἰργμὸν ἔνεικαν· ἢν δὲ γυναικὸς ἔῃ γενέθλη, μάλ’ ἀγήνορα τεύχει | ||
285 | καὶ γαῦρον, βουλῇσιν ἑαῖς πίσυνον καὶ ἄκαμπτον, | ||
290 | τάς τ’ ἄλλας ἄνδρεσσιν ἴσας κάμνουσαν ἀνίας | ||
286 | πάγχυ δ’ ἄρ’ ἐς φιλότητα δύην, τοκετῶν ἐποχήν τε ὀτλήσει, καὶ δηθὰ λυγρῇ περὶ γαστρὶ μογήσει, ἤτοι πρὶν γονίμης ὥρης βρέφε’ ὠμοτοκοῦσα, ἠὲ νεκρῶν ἐν γαστρὶ μέλη τέμνους’ ἄπο τέκνων. | ||
291 | ναὶ μὴν καὶ Πυρόεις οἴκοις θοοῦ Ἑρμάωνος οὐλοὰ μηδομένους στέρνων ἔντοσθεν ἔθηκεν, ἄγριά τ’ ἐν πραπίσιν βουλεύματα ποικίλλοντας, πρὸς δὲ κακοφροσύνῃσιν ἀεὶ μερόπεσσι συνόντας, | ||
295 | ὡς δὴ καί τ’ ἄλλοις ὑποφήτορας ἔμμεν ἀνιῶν· καὶ δὲ δικορραφίης δεδαηκότες εἰν ἀγορῇσιν καὶ κρίσιας θαμινὰς καὶ νείκεα πυκνὰ ἑκόντες ἴσχουσιν, φήμη δὲ κακὴ περιδέδρομεν αὐτοὺς καί τε δικῶν μέγα πλῆθος, ὃ δὴ μάλ’ ἀχρήμονας ἔρδει· | ||
2(300) | πολλοὶ καὶ παίδων τῶνδ’ ἡγητῆρες ἔασιν· πρὸς δ’ ἔτι καὶ ψεύστας, ἀθέους, ἀθεμίστια ἔργα | ||
μηδομένους, κλῶπας; ληίστορας, ἀνδροφονῆας, ὅρκων οὐδ’ ὅσσον τι νόῳ κρυερῷ ἀλέγοντας. ταῦτα δὲ καὶ Στίλβων Ἄρεως ἐν δώμασιν ἔρδει, | 46 | ||
305 | πλαστογράφους τεύχων, λυμάντορας, ἠπεροπευτάς, ἀλλοτρίου πλούτοιο λιλαιομένους κτεάνων τε· πολλάκι καὶ κτεάνων πίστεις, ὧνπέρ τις ἔδωκεν λάθρῃ παρθέμενος, κακομητίῃ ἠρνήσαντο, | ||
308b | ****** | ||
309 | χρήματα παῦρα διδοῦσιν, ἃ πολλῶν χρεῖος ἐτύχθη· | ||
310 | πρὸς δ’ ἔτι φαρμακίης ὀλοῆς ἐπιίστορας ἔρδει· ὧν ἕνεκεν πάντων καὶ ὑπ’ ἴδρισιν ἶφι μάχεσθαι θωαῖς κερτομίαις τε κατὰ πτόλιας σοβέονται. ἐν δ’ Ἑρμοῦ ζώοισι φιλομμειδὴς Ἀφροδίτη θῆκε προϊσταμένους μεγάλων βιότοιο γυναικῶν, | ||
315 | κείνων δ’ εἵνεκα δηθὰ κρίσεις καὶ νείκε’ ἔχοντας, οἷς ἔπι κῦδος ἔθηκεν ἰδ’ εὐκλέα πολλάκι νίκην· οἱ δὲ θεῆς ἱεροῖο προφήτορες εὐκτεάνοιο γίνονται, τιμὰς ἰδ’ ἀπ’ αὐτοῦ πλοῦτον ἔχοντες· τεύχει δ’ ἐν τούτοισι τόποις καλὴ Κυθέρεια | ||
320 | αἰόλ’ ὑπὸ χροιῇ ποικίλματα δαιδάλλοντας παντοίοις ζώοισιν ἐοικότα, τοὺς μὲν ἐφ’ ἱστῶν κερκίσιν ἠδὲ χερῶν τεχνήμασιν ἀμφί τε πέπλοις, | ||
324 | τοὺς δὲ καὶ ἐν γραφίοις μελιηδέος ἄνθεσι κηροῦ | ||
323 | δεικνύντας πάντων μορφὰς θηρῶν τε καὶ ἀνδρῶν, | ||
325 | ἄλλους δ’ ἐν πετάλοις στεφανώματα ποικίλλοντας, οὓς δὲ καὶ ἀνθοβάφους ἁλίων ἄπο θήκατο κόχλων, εὐόδμων τε μύρων τεῦξεν τεχνήτορας ἄνδρας. Ἑρμῆς δ’ αὖτ’ οἴκοισι φανεὶς καλῆς Κυθερείης προσφιλέας θῆκεν καὶ τιομένους μάλα πᾶσιν, | ||
330 | μορφῇ θ’ ἱμερόεντας ἰδ’ αἱμύλα κωτίλλοντας, παντοίης μούσης τ’ ἐπιίστορας· ἢ γὰρ ἀοιδοὺς εὐκλέας, ἢ κιθάρης ὑποφήτορας ἐξετέλεσσεν, ἠὲ μελῶν μολπῆς εὐρύθμου τεύκτορας ἄνδρας, ἠὲ πολυτρήτοις λιγέως μέλποντας ἐν αὐλοῖς· | ||
335 | ἄλλους ὀρχηθμοῦ βητάρμονας ἴδριας ἔρδει· παιδευτὰς δ’ ἄλλων τοίων ἔργων ἀνέφηνεν, ἐξ ὧν ὄλβον ἐϋκτέανον κῦδός τ’ ἐνὶ δήμοις ἄρνυνται, χαρίτεσσι κεκασμένοι εὐεπίῃ τε· πρήξεσι δ’ ἐν βιότου πάντες μακάριστοι ἔασιν, | ||
340 | οἷσί τ’ ἐπιθύνως’ ἔργοις, πάντ’ ἐκτελέουσιν ᾗσιν ἐπιφροσύνῃσιν ἀμόχθως, ὥς κ’ ἐθέλωσιν. — ἐν δὲ Λέοντι, δόμῳ πανδερκέος Ἠελίοιο, Φαίνων μὲν μεγάλους τε καὶ ἐκ πατέρων ἀριδήλων τεύχει, καί τ’ ὄλβῳ βιότου ἅμα κῦδος ὀπάζει, | ||
345 | ἀλλὰ κακῷ θανάτῳ ὀλέσει πάντως γενετῆρα ἢ βίῃ, ἢ φθορίμων ὑγρῶν πλήθεσσι χαλέψας. δεικήλῳ δ’ ἐν τῷδε Διὸς πολυφεγγέος ἀστὴρ ὥστ’ οἴκῳ σφετέρῳ χαίρει, ἐπεί ἐστι τρίγωνον αὐτοῦ, ὡς καὶ πρόσθεν ἀείσαμεν, Ἠελίου τε, | ||
2(350) | καὶ μεγάλους βασιλῆας ἢ ἴσους κοιρανέουσιν, ἤ που τῶν ἑτάρους τεύχει, λαοῖσιν ἀγητούς, πάντας δ’ ἀφνειοὺς καὶ τιμήεντας ἔθηκεν. αὐτὰρ Ἄρης ἐπὶ τῷδε πατρώια πάντ’ ἐκέδασσεν, καὶ σίνος ὀφθαλμῶν δῶκεν, βιότου δ’ ἄρα πρῆξιν | ||
355 | πολλὴν ἀμφὶ πυρὸς πολιοῦ τ’ ἄπο δῶκε σιδήρου, τοῖς δ’ ἔργοις σκληρὰς καὶ ἀπηνέας ὤπασε τέχνας· αἰεὶ δ’ ἔν τε Λέοντι καὶ ἐν Μήνης δόμῳ ὀφθεὶς ὠκυμόρους τεύχει, τοὺς δ’ ἡμιβίους ἐναρίζει. Ἀφρογενὴς δὲ Λέοντι βεβηκυῖ’ οὐ μάλα χαίρει· | 47 | |
360 | δυσγαμίην τεύχει, ποτὲ δ’ αὖτ’ ἀλόχοιο διείργει. ἀλλ’ Ἑρμῆς πινυτούς τε καὶ ἐν μύθοισι φερίστους ἔρδει, καὶ βιότῳ προφανεῖς καὶ ἀγακλέας ἄνδρας. — ἐν δ’ οἴκῳ Μήνης Φαίνων μητρὸς βίον αἰεὶ φθείρει Ἠελίοιο βολὰς καὶ φέγγος ὁρώσης, | ||
365 | αὐτοὺς δ’ ἐν νούσοις δολιχαῖς ἄταις τ’ ἐδάμασσεν, ἠὲ μελαγχολίῃσι καὶ ἄλγεσι κρυπτομένοισιν, ἄχρι κεν ἵζηνται μακάρων ἱεροῖς παρὰ βωμοῖς. γηθεῖ δ’ αὖ Φαέθων ἐν Καρκίνῳ, οὕνεκεν αὐτοῦ ὑψοῦται, πλεόνων τε γονὴν τέκνων μάλ’ ὀπάζει, | ||
370 | καὶ βίον ἐν μεγάροισι καὶ εὐκλέα φῆμιν ἁπάντῃ δῶκεν, καὶ φιλίην μεγάλων καὶ κέρδεα νωμᾶν. Ἄρης δ’ ἐν Μήνης οἴκοις μεγαθαρσέας ἔρδει καὶ μάλ’ ἀγηνορίῃσι πεποιθότας, οὐκ ἀλέγοντας οὔτε τι κινδύνων ἰδ’ ὁμοκλῆς, οὔτε φόβοιο· | ||
375 | τῷ καὶ σφάλλονται θαμινὰ σφετέροισιν ἐπ’ ἔργοις· ἄλλοι δ’ αὖ τέχνης ἐπιίστορες ἐξεγένοντο· πάντες δ’ ἀλγεινοῖσι περιπταίουσι σίνεσσιν, τῶν πλεόνων δὲ βίῃ θάνατος καὶ μοῖρα τελεῖται. οὐδὲ μὲν οὐδὲ Κύπρις γηθεῖ Μήνης ἐνὶ οἴκῳ· | ||
380 | μάχλους γὰρ τεύχει καὶ τερπομένους φιλότητι, ἄλλα τ’ ἐπ’ ἀλλοίοις κακά τ’ αἴσχεα πολλὰ τελοῦντας· καὶ δ’ ἑτέροις τροπικοῖς ζώοις πάντεσσι τάδ’ ἔρδει. χρυσοφαὴς δ’ Ἑρμῆς ἐν Καρκίνῳ αἰθροπολεύων ὀξεῖς ἐν πραπίδεσσι, νοήμονας, ἄλλοτε δ’ ἄλλῃ | ||
385 | βουλῇ τερπομένους μήτ’ ἔμπεδα μητιόωντας ῥέζει, καὶ μύθοις ἀγαθοὺς ἔργοις τε φερίστους. — Ἠέλιος δ’ αὐτὸς μὲν ὑπὲρ χαροποῖο Λέοντος εὐκλέας ἐν βιότῳ καὶ ὑπείροχον εὖχος ἔχοντας ῥέζει· κέντρου δ’ αὖτε τυχὼν βασιλῆας ἔτευξεν, | ||
390 | ἢν ἐσθλῶν κοσμῆται ὑπ’ ἄστρων μαρτυρίῃσιν. ὣς δ’ αὕτως καὶ Μήνη ἑὸν δόμον ἀμφιβεβῶσα πρήξιας ἀνθρώπων ἀγαθὰς καὶ κῦδος ὀπάζει· ἢν δὲ μεσουρανέῃ νυκτός, βασιλῆας ἔθηκεν. οἱ δ’ ἄρ’ ἀμειβόμενοι ζῶ’ ἀλλήλων κατὰ κύκλον, | ||
395 | ζώοις δ’ ἐμβεβαῶτες ἐπ’ ἀλλήλων κατὰ κύκλον, Μήνῃ μὲν Τιτάν, Μήνη δὲ γέγηθε Λέοντι. τοῖα μὲν ἀλλήλων οἴκοις ὁρίοις τε παρόντες τεύχους’ ἄλλα τε πολλὰ πολυτλήτοις μερόπεσσιν. Αὐτὰρ ἀληθείην πᾶσαν βροτέου βιότοιο | ||
2(400) | σύγκρασις διέκριν’, ἐπιμαρτυρίαι τε φαεινῶν ἄστρων ἀλλήλοις χώροις θ’, ὑπὲρ ὧν γεγάασιν· ὅσσα δ’ ἅμ’ Ἠελίῳ δρῶσιν παρεόντες, ἀείσω. πάντες μὲν χαίρουσιν ἐπ’ ἀντολίῃσιν ἐόντες, ὡς ἐν ἑοῖσιν ἕκαστος ἀγαλλόμενος βασιλείοις· | ||
405 | καί ῥά τ’ ἐπ’ ἀντολίης μὲν ἰόντες ἅτ’ ἐς νεότητα, θνητοῖς πάντα τελοῦσιν ἄγαν κρατεροὶ παρεόντες· ἑσπερίοισι δὲ βαρδύτεροι προϊοῦσι χρόνοισιν, δείελοι αὐγῇσιν μαλεραῖς ὑποπεπτηῶτες, | ||
ἀδρανέες τε πέλονται ἑὸν σθένος ἀμβλύνοντες. | 48 | ||
410 | Φαίνων μὲν δὴ πρῶτα σὺν Ἠελίῳ κατὰ πάντων ζωιδίων πλήθει ξυνῶν ἀγαθῶν τε κακῶν τε, κρείσσων μέν τε κατ’ ἦμαρ ἐών, βλάπτων δ’ ἐνὶ νυκτί· τεύχει γὰρ πατέρας μὲν ἀγακλειτοὺς καὶ ἐπόλβους, μητέρα δ’ ὠκύμορον θανάτῳ διέκρινε τοκῆος, | ||
415 | αὐτῶν δὲ κτῆσιν μινύθει οἶκόν τε πατρῷον, ἀλλ’ οὐχ ὡς πενιχροὺς πάμπαν καὶ ἀχρήμονας εἶναι. καὶ Φαέθων μετὰ Τιτῆνος πατρώια πάντα φθείρει, παντοίαις τε βλάβαις ἄταις τ’ ἐπέδησεν· πολλάκι καὶ ξείνης γαίης ἔπι πήματ’ ἔδωκεν, | ||
422 | ἠῷος μὲν μείον’, ἐφ’ ἑσπερίῃσι δὲ δεινά. Ἄρης δ’ Ἠελίῳ συνιὼν πατράσιν μὲν ἀνίας, γεινομένοις δ’ αὐτοῖς θόρυβον καὶ πήματ’ ἔδωκεν· | ||
420 | τοὺς δ’ ἄρα καὶ πάτρης γλυκερῆς θῆκεν μετανάστας· | ||
425 | ἠματίῃ γενέθλῃ δ’ ὀλοώτατος ἔπλετο πάντων, | ||
421 | ἥσσων δ’ ἑσπέριος γεγαὼς ἀδρανέστερα ῥέζει. | ||
426 | Ἀφρογενὴς δὲ συνοῦς’ Ὑπερίονι γεινομένοισιν δυσγαμίην παρέχει καὶ δύσκλειαν περὶ λέκτρα· ἤτοι γὰρ πενιχραῖς ἢ δούλαις ἢ καὶ ἀνάγνοις, ἢ καὶ πρεσβυτέρῃσι συνέζευξεν μάλ’ ἀεικῶς, | ||
430 | ἢ ἔτι καὶ πιναροῖσιν ἐφεζομέναις στεγέεσσιν. Ἑρμῆς δ’ Ἠελίῳ ξυνὴν βαίνων κατ’ ἀταρπὸν ἤμερσεν σοφίης καὶ παιδείης μάλα πολλῆς· | ||
432b | ἑζομένους δ’ ὤπασσε βίους *** | ||
434 | ** μάλα δ’ ἠῴῃσιν ἀνάσσων | ||
433 | ἀνέρας ἀφνειοὺς ποίησε πόλει παναγήτους | ||
433b | ****** | ||
435 | πρῆξίν θ’ ἥσσονα δῶκ’, ἐν πρήξεσί τ’ ἔμμεν ὑπ’ ἄλλοις. Τόσσα μὲν Ἠελίῳ μούνῳ ξυνῇ παρεόντες ῥέζους’, ἶσα δὲ τοῖσι καὶ ἀντίον Ἠελίοιο φαινόμενοι. Μήνη δ’ ἃ σὺν αὐτοῖσιν παρεοῦσα ῥέζει ἐν δισσῇσιν ἀπορροίαις συναφαῖς τε | ||
440 | θνητοῖς ἐν μογερῷ βιότῳ, καὶ νῦν ἐνέποιμι. ἀστέρι μὲν Φαίνοντος ἐπερχομένη συναφῇσιν, αὐγαῖς αὐξομένη κρείσσων, περὶ μητέρα δ’ αἰνοὺς ψυχμοὺς ἠδὲ νόσους παρέχει, σίνεσίν τε προσάπτει, αὐτοὺς δ’ ἀπροκόπους καὶ δειμαλέους περὶ πρῆξιν | ||
445 | ἐνσινέας τε τίθησιν. ἀπορρείουσα δὲ τούτου, ἢν μὲν Ζηνὶ συνάπτῃ ἢ ἁβροκόμῳ Κυθερείῃ, ἐσθλὴ καὶ δώτειρα βίου πλούτοιό τε πολλοῦ, πυροφόρων δ’ ἀγρῶν κτῆσιν κρατερῶν τε μελάθρων δῶκεν, καὶ κῦδος φήμην τ’ ἀγαθὴν παρὰ δήμοις, | ||
2(450) | καὶ φιλίην ἀνδρῶν, ἧσπερ χρῄζουσιν, ἑταίρων· ἢν δ’ Ἑρμῇ, πινυτούς τε καὶ εὔφρονας ἐξετέλεσσεν. ἢν δὲ Κρόνον προλιποῦσα κενὸν δρόμον ἐξανύῃσιν, ἢ καὶ Ἄρῃ μετέπειτα συνάπτῃ, πάγχυ κακίστη· αὐχμηροὺς τεύχει γὰρ ἀναγκαίου βιότοιο, | ||
455 | οἵτ’ ἔργοις κενεοῖς καμάτοισί τε μοχθίζοντες οὔποτε λιμηρὴν πενίην ἐδύνανθ’ ὑπαλύξαι, πρὸς δ’ ἔτι καὶ ζωῆς τέκμωρ λυγρὸν ἐξανύοντας, πολλάκι δ’ ὠκυμόρους τε καὶ ἐν νεότητι θανόντας· οἱ δὲ καὶ εὐτροχάλοις δειρὴν σφίγγουσι βρόχοισιν. | ||
460 | ἢν δ’ ἀπὸ μὲν Κυθέρης ἢ καὶ Ζηνὸς πολυφεγγοῦς | ||
ἢ καὶ ἀφ’ Ἑρμείαο ἀπορρέῃ, ἔμπαλι δ’ ἑξῆς ἢ Κρόνῳ ἢ Πυρόεντι συνάπτῃ, δεινὴ ἐτύχθη· οἴκων γὰρ φθείρει κτῆσιν βιότῳ προϊοῦσιν, καὶ χαλεπὴν πενίην γήρως ἐπὶ λυγροῦ ὀπάζει. | 49 | ||
465 | φαύλη καὶ κερόεσσα συνάπτους’ Ἄρεϊ Μήνη· κλῆρον γάρ τε δόμων πατρώιον ἐξαπόλεσσεν καὶ μητρῷον ὁμοῦ, ποτὲ δ’ αὖ καὶ μητέρας αὐτάς· γεινομένους δ’ αὐτοὺς μεγαληγορίῃσι χανόντας, ὀξεῖς παντόλμους τε θρασεῖς τ’, ἐπὶ τοῖσι βιαίους, | ||
470 | ἀστεμφεῖς, ὠμοὺς καὶ ἀπηνέα ἔργα τελοῦντας, τοὔνεκα καὶ πταίοντας ἐν ἔργμασιν, ὁππός’ ἕλωνται· καὶ δὲ δέσιν θνητοῖσι πόρεν κείνῳ συνιοῦσα. ἶσα δὲ καὶ συνιούσῃ ἀπορρείους’ ἀπὸ Θούρου. εἰ δέ τ’ ἀπορρείῃ μὲν ἀπ’ Ἄρεος, εἶτα συνάπτῃ | ||
475 | κυδίστῳ Κρονίδῃ, πολυόλβους τῆμος ἔτευξεν καὶ μακαριστοτάτους, πρήξεις τ’ ἀγαθὰς τελέοντας. ταῦτα δὲ καὶ Κυθέρῃ συναφὴν τεύχους’ ἀπ’ Ἄρηος ῥέζει· πρὸς δ’ Ἑρμῆν, βουλαῖς μύθοισί τ’ ἀρίστους, αἰὲν ὑπὲρ θνητοὺς πυκιναῖς πραπίδεσσι νοοῦντας. | ||
480 | τοῖα δὲ καὶ διάμετρος ἀεὶ πέντ’ ἀστράσι τεύχει. Ἠελίῳ δ’ οἴῳ συναφὴν τεύχουσα Σελήνη ἔκπτωσίν τε τίθησι βίου, καὶ κήδε’ ὀπάζει. ἢν δ’ ἀποχαζομένη Ὑπερίονος εἶτα συνάπτῃ ἐσθλοδόταις, ἀγαθὴ καὶ ὑπείροχα ἔργα φέρουσα | ||
485 | μείζονα καί τ’ ἀρίδηλ’ ἀγάθ’ ἀνθρώποις ἀνέφηνεν. αἰεὶ δ’ ἐν γενέθλῃσι κενοδρομέουσα Σελήνη πλαζομένους βιότους καὶ ἄλην ξείνης ἐπὶ γαίης ῥέζει, λιτοτέρους τε βίῳ καὶ πολλὰ μογεῦντας. χρὴ δ’ αἰεὶ γενέθλης πρότερον νεοφεγγέα Μήνην, | ||
490 | καὶ δ’ ἔτι πληροσέληνον ἐνὶ πραπίδεσσιν ὁρᾶσθαι, ὅππῃ τάσδε δύω φάσιας παρεοῦσα τέλεσσεν, ἢ καὶ συντροχάους’, ἐπεὶ ἐσθλοδόταις μὲν ἀρίστη πρώτας ἀκτῖνας ξυνουμένη ἠέ τε πλήρεις, σὺν χαλεποῖσι δ’ ἐοῦσα πανεικέλιον μένος ἴσχει | ||
495 | κείνοισιν, λυγροῦ τε βίου πλήρωσε γενέθλην. ἔξοχα δ’ οὖν κακὰ πάντοτ’ ἐπὶ θνητοῖσι κυλίνδει ἐν φάσεσιν πάσῃσιν, ἐν αἷς Πυρόεντι συνάψῃ· κἢν ἐπὶ συνδέσμου βαίνῃ, μανίῃσι προσάπτει, ἢ σπασμοὺς νοῦσόν θ’ ἱερὴν καὶ ἀναλθέας ἄτας. | ||
2(500) | ἄντα δ’ ἄρ’ Ἠελίου χαίρει τροχάουσα Σελήνη, πλήρει ἐπεὶ κύκλῳ τότ’ ἀγάλλεται αὐγάζουσα, | ||
καί τε κλέους ὄλβου τε παραιτίη ἐστὶ βροτοῖσιν. | 50 | ||
3(t) | ΒΙΒΛΙΟΝ Γ [Β] | ||
pinax1 | Ἐν τῷ γʹ βιβλίῳ φησίν· | ||
pinax2 | Α. Τί ἀποτελεῖ ἕκαστος τῶν ἑπτὰ πλανητῶν ὡρονομῶν ἐν ἰδίῳ | ||
pinax3 | οἴκῳ καὶ ἐν παντὶ τῶν ἄλλων τριῶν κέντρων μόνος εὑρι‐ | ||
pinax4 | σκόμενος ἐν ἰδίῳ μέντοι οἴκῳ. | ||
pinax5 | Β. Τί ἀποτελεῖ, ἡνίκα ἑνὸς ὡρονομοῦντος ἕτερος ἐπὶ τοῦ δυτι‐ | ||
6 | κοῦ κέντρου μόνος θεωροῖτο, καὶ τὸ τῶν ἀνθρώπων ἀπο‐ τέλεσμα ἀπαραλλάκτως εὑρισκόμενον, κἂν ἐπὶ τοῦ με‐ σουρανήματος καὶ ἀντιμεσουρανήματος εὑρεθῶσιν, ἑαυ‐ τοὺς ἀναμετροῦντες εἷς μὲν ἄνω, εἷς δὲ κάτω ὤν. | ||
pinax10 | Γ. Τί ἀποτελοῦσιν οἱ συμμαρτυροῦντες ἀλλήλοις, ἢ καὶ συσχη‐ | ||
pinax11 | ματιζόμενοι, ἢ καὶ ἐπιβλέποντες ἑαυτούς. | ||
pinax12 | Δ. Τί ἀποτελεῖται Ἡλίου καὶ Σελήνης ἑαυτοῖς συσχηματιζο‐ | ||
pinax13 | μένων, τοῦ μὲν ἐν ἀρσενικοῖς προσφόρως τῇ οἰκείᾳ φύσει, | ||
pinax14 | τῆς δὲ ἐν ζώοις θήλεσιν εὑρισκομένης, ἢ τὸ ἀνάπαλιν, | ||
pinax15 | ἢ καὶ ἀμφοτέρων ἐν ἄρρεσιν, ἢ καὶ ἀμφοτέρων ἐν θήλεσιν, | ||
pinax16 | καὶ τί μὲν ἐπὶ ἀνδρὸς, τί δὲ ἐπὶ γυναικὸς ταῦτα ἀποτελεῖ | ||
pinax17 | Ε. Περὶ χρόνων ζωῆς, καὶ πῶς μὲν τούτους ἐφοδευτέον δι’ | ||
pinax18 | ἡμέρας, πῶς δὲ νυκτός· καὶ πότε μὲν ἀπὸ τῶνδε, πότε | ||
pinax19 | δὲ ἀφ’ ἑτέρων τούτους παραληπτέον. | ||
1 | Ὅσσα μὲν ἀλλήλων οἴκοις τελέουσι βροτοῖσιν ἀστέρες, Ἠελίῳ τε πυριπλήθοντι συνόντες, ὁππόσα καὶ κεραῆς συναφαῖς τεύχουσι Σελήνης, ἐν προτέραις σελίδεσσι μάλ’ ἀτρεκέως κατέλεξα. | ||
5 | νῦν δ’ ἐπιμαρτυρίας αὐτῶν καὶ σχήματα πάντα, ἀλλήλων θ’ ὅσα δρῶσιν ὑπ’ ἀκτίνεσσιν ἐόντες, καὶ κέντροις πισύρεσσιν ἐπεμβεβαῶτες, ἀείσω. Πρῶτα μὲν οὖν Φαίνων ὑπὲρ ὡρονόμοιο βεβηκὼς ἤτοι πρωτοτόκους καὶ πρωτοτρόφους ἀνέφηνεν, | ||
10 | ἢ καὶ ἀδελφειοὺς προτέρους διόλεσσεν ἅπαντας, τέκνων δ’ αὖτ’ ὀλετὴρ πέλεται, βίοτόν τε χαλέπτει ἀλλοτρίοις οἴκοισιν ἐών· εὖτ’ ἂν δ’ ἐν ἑοῖσιν ὡρονομῇ, ζώοις δ’ ἰδίοις ἐπιτέρπεται αἰεί, Αἰγόκερῳ τε καὶ Ὑδροχόῳ βλοσυρῷ τε Λέοντι | ||
15 | καὶ Χηλαῖς Κριῷ τε, τότ’ ἀνέρες ἐξεγένοντο κύδιστοι, γενεῇ τε γεγηθότες, εὐκλέϊ πλούτῳ τιμαῖς καὶ γεράεσσιν ἀγαλλόμενοι βασιλήων. ψυχρὸν δ’ ἐς λίβα νισσόμενος δῦνον περὶ κέντρον μακροβίους, γήραι λιπαρῷ θαλέθοντας ἔθηκεν, | ||
20 | εὐκτεάνους, μόχθοισιν ἰαινομένους σφετέροισιν. εἰ δὲ μεσουρανέοι, πατρώια πάντ’ ἐκέδασσεν, δηθάκι δ’ οὐδ’ ὅσσον κλήρου παρὰ πατρὸς ἔνειμεν, πρήξεις δ’ ἀπροκόπους καὶ νωχελέας μάλα τεύχει, ἔργα δὲ καὶ τέχνας χειρῶν ἐξαίνυται ἀνδρῶν | ||
25 | ψυχῶν θ’, ἥντινα πρῆξιν ἐνὶ στέρνοισιν ἕλωνται, δυστεκνίην δ’ ὤπασσε, κασιγνήτων τ’ ἀπάμερσεν. ὀρφανίην δ’ ὑπόγειος ἐὼν ἀπὸ πατρὸς ἔτευξεν πάμπαν νηπιάχοις, κλῆρόν τ’ ἔρραισεν ἀΐστως, ὃν θνήσκων ἔλιπεν γενέτης, αὐτοὶ δ’ ὑπὸ νούσου | ||
30 | κάμνους’, ἔν τε κρύει πυρετῷ τ’ αἴθωνι μογεῦσιν, ἐν δ’ ἀγορῇ κρίσιας καὶ νείκεα δηρὸν ὄπασσεν. Ζεὺς δ’ ὥρην ἐφέπων ἐρικυδέας ἄνδρας ἔθηκεν ἐν δήμοις πάτρῃσί τ’ ἐνὶ σφετέρῃσιν ἀγητούς, πρὸς δ’ ἔτι καὶ πρήξει μεγαλαυχέας, ἐν βιότῳ τε | ||
35 | ἀφνειούς, βασιλεῦσι φίλους, μάλα τιμήεντας. ταὐτὰ δέ τ’ ἐκτελέσει μέσον οὐρανὸν ἀμφιπολεύων· κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν, τερπωλῆς τεύχων λαῶν ἡγήτορας ἄνδρας. δύνων δ’ εὐκτεάνους, ὀλοὸς δὲ τέκνοισιν ἐτύχθη· | 51 | |
40 | θάπτει γὰρ κεδνάς τ’ ἀλόχους παῖδάς τ’ ἀλεγεινούς. ἐν τροπικοῖς δ’ εἴωθε τελεῖν καὶ πάμπαν ἀτέκνους κηδεστῶν βιότου, καί τ’ ἐσθλὰ κακοῖσιν ἔμιξεν· κτῆσιν μὲν γὰρ ἔδωκε, τέκνων δ’ ἐπὶ κήδεσι λυπεῖ. δεινὸς δ’ ἀντιμεσουρανέων πέλετ’ ἀνθρώποισιν· | ||
45 | πάντων γάρ τε βροτοὺς ἰδίων κτεάνων ἀπάμερσεν, εὐόλβους δὲ πάρος κενεοὺς οἴκους ἀπέφηνεν· ἔξοχα δ’ εἴ γε σὺν Ἠελίῳ τόδε κέντρον ὁδεύοι· | ||
47b | ———————— | ||
48 | ἐσχατίῃ γενέθλῃ βίοτον καὶ κῦδος ὀπάζει. Ἄρης δ’ ἀντολίηθεν ἀνερχόμενος μεγατόλμους, | ||
3(50) | θαρσαλέους ῥέζει, ποτὲ δ’ αὖ πραπίσιν μάλα δεινούς. δύνων δ’ αὖτ’ ἄλγεσσι βροτοὺς ἄταις τε προσάπτει, σύλησέν τ’ ὄλβον, βιότου τ’ ἀνέφην’ ἐπιδευεῖς. ἐν δ’ ἄρ’ ὑποχθονίῳ κέντρῳ σύνεσίν τε χαλέπτει, αἰεί τ’ ἐν θορύβοισι καὶ ἐν σινέεσσι τίθησιν, | ||
55 | τραύματα δ’ αἰὲν ἔδωκεν, ἰδὲ σπασμοῖς καταρίπτει, κινδύνους τ’ ἐπάγει θαμέας, βιότοιό τ’ ἀμέρδει αὐχμηροὺς, τέκνων δὲ γονῆς ἢ πάμπαν ἄμερσεν, ἢ ἕνα τηλύγετόν περ ἐνὶ μεγάροισιν ἔδωκεν· δεινὸς δ’ ἀμφὶ γάμους· ἢ γὰρ θαμὰ λέκτρα διείργει, | ||
60 | ἢ λώβην τιν’ ἀεικελίην ἀκάχησε γυναικός. ὕψι δ’ ἐπεμβεβαὼς μέσον οὐρανὸν ἄλλοτε μέν τε τέχνας δῶκε βροτοῖσι βαναύσους ἔργα βίοιο· ὁππότε δ’ εὐεργῶν ἐπιμαρτυρίῃσι σὺν ἄστρων δέρκηθ’, ἡγεμόνας θῆκε φρουρούς τε τυράννων, | ||
65 | εὔθηκτον φορέοντας ἑὸν περὶ σῶμα σίδηρον, ἐν πόλεσιν δήμοισί τ’ ἀριπρεπέας πολιούχους· ἐξαπίνης δ’ ἔσφηλεν ἐς οὐρανὸν αἰπὺν ἀείρας δειλαίους φῶτας ποτὶ Τάρταρον ἠερόεντα· ἤτοι γὰρ φυγάδας φιλίης ἐξήλασε πάτρης, | ||
70 | ἢ ζωῆς ἀπάμερσε φίλης κρυόεντι σιδήρῳ, ἢ πόμα φαρμακόεν πιέειν κατένευσεν ἐν οἴκοις. ὡρονομοῦσα δ’ ἀεὶ Κυθέρη καλοὺς μὲν ἰδέσθαι ῥέζει, καὶ χαρίεντας ἰδ’ ἱμερόεντας ἔπεσσιν, ἀφνειοὺς βιότῳ καὶ ἀγακλέας ᾗ ἐνὶ πάτρῃ, | ||
75 | κυδαίνει δὲ τεκοῦσαν, ἄγαν τ’ ἀρίδηλον ἔθηκεν. καὶ δὲ μεσουρανέουσα τάδ’ ἔρδει, πρὸς δὲ καὶ ἔργοις τρισμάκαρας τεύχει, τοῖς δ’ αὖτ’ ἀλόχων γάμον ἐσθλῶν ὤπασεν, ἐν δὲ δόμοις κείνων βίον ἠέξησεν· καὶ δὲ γυναικείοισιν ἐπ’ ἔργοις δηθάκις ἄνδρας | ||
80 | ἵδρυς’, ᾧ καὶ χρήματ’ ἰδὲ κτῆσιν πόρεν ὄλβου. ἀστασίας δ’ ὑπόγειος ἀεὶ λεχέων ἐτέλεσσεν, ἠδὲ γάμων ταραχὰς καὶ χηροσύνας, ποτὲ μέν τε ἐν ξείνῃ ποσίων, ποτὲ δ’ αὖ μεγάροισιν ἐόντων. καὶ δ’ ἔτι καὶ δύνουσα κακὴ περὶ λέκτρα γυναικῶν· | ||
85 | ἢ γὰρ ἀποζεύγνυσι συνεύνων, ἢ πολυκοίνους δῶκ’ ἀλόχους, ὧν δὴ θάμ’ ἐπασχάλλουσιν ἐφ’ ὕβρει· καὶ δ’ αὐτοὺς φήμῃσι κακαῖς νεότητος ἐν ὥραις | ||
ἀμφέβαλεν, μάχλους τ’ ἐς ἀεικέα θήκατο κύπριν, ἀλλοτρίων τε μέλαθρον ὀπιπεύουσι γυναικῶν. | 52 | ||
90 | Ἑρμῆς δ’ ἀντέλλων μὲν ἐφ’ ὥρης εὐκλέας ἄνδρας καὶ πολλῆς σοφίης ἐπιίστορας ἐξετέλεσσεν· πολλάκι καὶ προδαῆναι ἐνὶ πραπίδεσσι βροτοῖσιν πείρατα μελλόντων δωρήσατο, καί θ’ ἑτέροισιν θεσπίζειν φήμῃσιν ὀνείρασί θ’, ἅ σφισιν αὐτοὶ | ||
95 | ὀρφναίην κατὰ νύκτα βαθὺ κνώσσοντες ἴδωνται. ἐν δὲ μεσουρανίῳ θνητοῖς ἔργ’ ὤπασε κέντρῳ· ἤτοι γὰρ σοφίης βίοτον καλάμοιό τε γραπτῶν πρῆξιν ἔδωκ’, ἢ παισὶν ὑφηγητῆρας ἔφηνεν παιδείης, τοὺς δ’ αὖτε τραπέζης ἀργυραμοιβοῦ | ||
3(100) | εἷσεν ὕπερ, πολέσιν δὲ τέχνας ἡρμόσσατο χειρός. ἢν δ’ ὑπόγειος ἔῃ, πινυτὸν νόον ἐξετέλεσσεν, θῆκεν καὶ σοφίης δεδαηκότας, ἐν βιότῳ δὲ αἰὲν ὑπ’ ἀλλήκτῃσι μεληδόσι μητιόωντας. δύνων δ’ ἐν μύθοισι καὶ ἐν πραπίδεσσιν ἀρίστους, | ||
105 | καὶ πλούτῳ γηθεῦντας ἀεὶ φήμαις τ’ ἀγαθῇσιν. εὖτ’ ἂν δ’ ὠκεανοῖο λελουμένος ἀντέλλῃσιν Τιτάν, ἐν δ’ ὥρῃ κείνῃ βροτὸς ἐς φάος ἔλθῃ, πατρὸς ἀριγνώτου γεγαὼς τότε φύσεται ἀνὴρ, τιμήεις δέ τ’ ἄγαν καὶ ὑπείροχός ἐστ’ ἐνὶ πάτρῃ, | ||
110 | πλούτῳ καὶ κτεάτεσσιν ὑπέρτατος ἐν μερόπεσσιν· πολλάκι καὶ βασιλῆες ἐν ὥρῃ τῇδ’ ἐγένοντο. δύνων δ’ Ἠέλιος λαμπροὺς βιότῳ καὶ ἐπόλβους τεύχει, καὶ πραπίδων μάλ’ ἀριφραδέων ἐπινοίῃ. Τιτὰν δ’ ἐν γενέθλῃ μέσον οὐρανὸν ἀμφιπολεύων, | ||
115 | ἢν μὲν ὑπ’ ἀκτίνεσς’ ἀγαθῶν καὶ μαρτυρίῃσιν κοσμῆται, μεγάλους τε καὶ εὐκλέα ἔργα τελοῦντας, φαύλῃσιν δ’ αὐγαῖς ὀλοῶν βεβολημένος ἄστρων ἀκτεάνους τεύχει, λυγραῖς πενίῃσι μογεῦντας. ἢν δ’ ὑπόγειον ἔχῃ κέντρον, μινύθει πατρὸς ὄλβον. | ||
120 | καὶ δὲ Σεληναίη ὑπὲρ ὡρονόμοιο βεβῶσα μητέρα κυδαίνει. δύνουσα δὲ τηλόθι πάτρης ἀλλοτρίην κατὰ γαῖαν ἀλωομένους θαμὰ πλάζει. ἐν δὲ μεσουρανίῳ νυκτὸς μὲν ἀρίστη ἐτύχθη, ἤματι δ’ αὖθ’ ἥσσων, εἰ δ’ ἐσθλοδόταιμιν ὁρῷεν, | ||
125 | εὐκλείην πρήξεις τ’ ἀγαθὰς μερόπων ἐτέλεσσεν. ἐν δ’ ἄρ’ ὑποχθονίῳ κέντρῳ ἀγαθοὺς μὲν ὁρῶσα ἀστέρας ἐσθλὴ ἔφυ δώτειρά τε κευθομένοιο πλούτου, ἀτὰρ χαλεποὺς ἐπιμάρτυρας εὖτ’ ἂν ἴδῃσιν, κρυπταδίοισι σίνεσσι καὶ ἄλγεσι φῶτα χαλέπτει· | ||
130 | πολλάκι καὶ πτώσεις ὀρόφων κατὰ κρατὸς ἐφῆκεν. μοῦνοι μὲν κέντροισι τάδ’ ἐμβεβαῶτες ἔφηναν. Ἀλλήλους δ’ ὁρόωντες ὑπὲρ κέντρων κατέναντα | ||
132b | ****** | ||
133 | ὡρονόμου μὲν ὕπερ Φαίνων, Φαέθων δέ τε δύνων ὁπλοτέροισι κασιγνήτοις θάνατον τελέουσιν, | ||
135 | πρὸς δ’ ἔτι γεινομένοισι χρόνους νεότητος ἀνιγρούς, ὑστάτιον δὲ χρόνον λιπαρὸν καὶ γῆρας ἐν ὄλβῳ. ἔμπαλι δ’ ἐν τούτοις κατεναντίον ὡρονομοῦντος Ζηνὸς καὶ πολιοῖο Κρόνου δύνοντος ἔναντα, πρεσβυτέροις μὲν πότμος ἀδελφειοῖσι τελεῖται, | ||
140 | εὐδαίμων δὲ φανεὶς πρόσθεν βροτὸς ὕστατα κάμνει. | ||
εὖτ’ ἂν δ’ ἀντέλλῃ Φαίνων, Πυρόεις δέ τε δύνῃ, πενθαλέοισιν ἑὴν ἄλοχον τύμβοισι καλύψας χῆρον δηναιὸν κλαύσει κατὰ δώματα λέκτρον· τήνδε δ’ ἄρ’ ἐν τροπικοῖς ζώοις θαμὰ τλήσετ’ ἀνίην. | 53 | ||
145 | εἰ δ’ ἄρ’ ἀνερχομένου Ἄρεος Φαίνων παλιδύνῃ, δυστυχίην μάλα γεινομένοις φαίνουσι κατ’ οἶκον. δυνούσης Παφίης δ’ ὁπότ’ ἂν Κρόνος ὡρονομήσῃ, οὐ μόνον αἰνόγαμοι καὶ δυσκλέες εἵνεχ’ ὁμεύνων, ἀλλ’ ἔτι καὶ πατέρες παίδων ἐς πάμπαν ἄπαιδες | ||
3(150) | γίνονται· στείρας γὰρ ἢ ὠμοτόκους παρακοίτις ἐς θαλάμους εἴρυσσαν, ἰδ’ αἴσχεα πολλὰ τελούσας· εἰ δὲ καὶ ἐν τροπικοῖσιν ἔοι ζώοις κατέναντα, οὐχὶ μόνον πιναραῖς ἀλόχοις γάμον ἐζεύξαντο, καὶ δ’ αὐτοὶ πρήξεις κυθέρης ἀγάπησαν ἀθέσμους. | ||
155 | εἴκελα δ’ ἀντέλλουσα πάλιν τούτοις Κυθέρεια πρὸς δύσιν ἐρχομένοιο Κρόνου χαλεποῦ μάλ’ ἐόντος, μάχλοις πρεσβυτέραις ἢ καὶ δούλῃσι συνάπτει. εἰ δ’ Ἑρμῆς δύνῃσι Κρόνου βεβαῶτος ἐφ’ ὥρῃ, πένθεα γεινομένοισι τελεῖ δειλοῖς ἐπὶ τέκνοις. | ||
160 | ἔμπαλι δ’ εἰ Στίλβων μὲν ἀνέρχοιτ’, αὐτὰρ ὁ δύνοι, νείκεα καὶ κρίσιας γραπτῶν χάριν ἠὲ μάλ’ αἰνῶν ἔργων ἴσχουσιν, θωὴν δ’ ἐπὶ τοῖσιν ἔτλησαν. Ζηνὸς δ’ ὡρονομοῦντος, ἐπὴν Ἄρης πάλι δύνῃ, οὐχ ὁμαλὸν βίοτον δῶκαν· ποτὲ μὲν γὰρ ἄειραν | ||
165 | ὑψοῦ, κυδαλίμους τε καὶ ἀφνειοὺς μάλ’ ἔθηκαν, ἄλλοτε δ’ ἔσφηλαν κτεάνων τ’ ἄπο πάμπαν ἄμερσαν, καὶ καμάτους βιότοιο χάριν μόχθους τ’ ἐπάγουσιν. ταῦτα δέ, κἢν δύνῃσι πάλιν Ζεύς, ὡρονομοῦντος Ἄρεος ἐξετέλεσσεν ἐπὶ πλέον, οὕνεκα τῆμος | ||
170 | δάκρυα καὶ στοναχὰς φθιμένοις ὤπασς’ ἐπὶ τέκνοις, καὶ δ’ ἀλόχοις ἥρμοσσεν ἀεικελίαις, τέκν’ ἀπ’ ἄλλων ἤδη θρεψαμέναις, ἃ στέρξους’ αὐτοὶ ἀνάγκῃ· πάντας δ’ αὖτε κασιγνήτους φιλίης ἀπὸ πάτρης ἄλλον ἐπ’ ἀλλοίης τηλοῦ γαίης ἐκέδασσεν· | ||
175 | μόχθων δ’ ἐς γῆρας προτέρων ἀνάπαυσιν ἔδωκεν. ἐκ περάτης δ’ ἀνιὼν Φαέθων κατέναντα Κυθήρης ἐς δύσιν ἐρχομένης, πολυόλβους τρισμάκαράς τε ῥέζει, καὶ μεγάλων ἀλόχων ἥρμοσσε γάμοισιν, ῥηιδίαις δ’ ἐς κύπριν ἰδὲ ξυναῖς φιλότησιν· | ||
180 | κτῆσιν δ’ αὖτ’ ἰδίην τοκέων ἄπ’ ἄμετρον ἔδωκεν. μαρμαίρουσα δ’ ἀπ’ ἀντολίης ἐρατὴ Κυθέρεια δυόμενόν τ’ ἐσορῶσα πυρίγληνον Φαέθοντα, ὄλβον κυδήεντα καὶ εὐκλέα φῆμιν ὄπασσεν, καὶ γάμου ἱμερόεντος ἐϋφροσύνῃσιν ἰαίνει· | ||
185 | τῆμος γὰρ σεμναί τ’ ἄλοχοι τίουσί τ’ ἀκοίτας. ἐξ ὥρης δ’ ἐσορῶν Ζεὺς Ἑρμείην κατέναντα κοσμεῖ μὲν πλούτῳ μύθοισί τε καὶ σοφίῃσιν, ἀσχολίην δ’ ὤπασς’ ἀφένους βασιληίου ἀμφίς, | ||
188b | ****** | ||
189 | ἢ πολίων κλήρους καὶ κτήσιας ἀμφιέποντας. | ||
190 | ὣς δ’ αὕτως Ἑρμῆς ὥρης ὕπερ ὁλκὸν ἀμείβων τεύχει, ἐπ’ ὠκεανοῖο δύσιν Φαέθοντος ἰόντος, εὐόλβους ἔργοις τε καὶ εὐκτεάνοισι τραπέζαις [παίδων θ’ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων]. | ||
ὥρῃ δ’ ἐμβεβαὼς Πυρόεις, δυτικῷ παρεούσης | 54 | ||
195 | Ἀφρογενοῦς κέντρῳ, φθορέας λέκτρων ἀνέφηνεν ἀλλοτρίων, ἀλόχους δέ τ’ ὀπιπεύσαντες ἄγονται ἐξ εὐνῆς ἑτέρων· αἱ δ’ αὐτοὺς οὔτι τίουσιν, ἀλλὰ πόθοιο κορεσσάμεναι μάχλου τε κυθήρης αὖθις ἐπ’ ἄλλα μέλαθρα καὶ ἄλλους ἦλθον ὁμεύνους, | ||
3(200) | πολλάκι δ’ αὐτοχερὶ σφετέρων ποσίων ἐδάμησαν· ζώοις δ’ ἐν τροπικοῖσι χερείονα τῶνδε τελοῦσιν. ταῦτα δὲ καὶ Παφίη τεύχει πάλιν ὡρονομοῦσα, εὖτ’ ἂν Ἄρης δύνῃ, πλέοσιν δ’ ἔτι καὶ συνοχῇσιν εἱρκτῇσίν τ’ ἐπέδησε γυναικείης ἕνεκ’ ἄτης· | ||
205 | ὅσσα δ’ ἐπεκτήσαντο νέοι, τάδ’ ὄλεσσαν ἅπαντα ἐς γῆρας, πενίῃ δὲ κακῇ ἄλληκτα μογεῦσιν. εὖτ’ ἂν δ’ Ἑρμείης μὲν ἐπείγητ’ ἐς δύσιν ἐλθεῖν, ἐν δ’ ὥρῃ Θοῦρος φλογὶ μαρμαίρῃ κατέναντα, ὀξεῖς ἔν τε νόῳ καὶ μήδεσι θῆκεν ἀγητούς, | ||
210 | ἐσθλοὺς δ’ ἐν σοφίῃσιν, ἰδὲ δρηστῆρας ἐν ἔργοις. Ἑρμοῦ δ’ ἀντέλλοντος ἐπὴν Ἄρης πάλι δύνῃ, δεινὸν σχῆμα τέτυκται, ἐπεὶ βιότῳ μὲν ἀνίας, ἐν δ’ ἀγορῇ κρίσιας, θωήν θ’ ἅμα νείκεσι πολλοῖς ἴσχουσι γραπτῶν ἕνεκεν· Μήνην δ’ ἐσορῶντες | ||
215 | καὶ δὲ καὶ Ἠέλιον μερόπων τεύχουσι φονῆας, αἰεὶ δ’ ἔκπτωσιν βιότου τεύχουσι πρὸς οἴκους. | ||
216b | —————— | ||
217 | ταῦτα δὲ καὶ δοιοῖς ἑτέροις τεύχουσιν ἐόντες ἀστέρες ἐν κέντροισιν, ὅς’ αὐτίκα δὴ κατέλεξα. ὅσσα δὲ καὶ βασιλῆες ἀγακλειτοὶ τελέουσιν | ||
220 | Ἠέλιος Μήνη τε, τάδ’ αὐτίκα νῦν καταλέξω. ἢν ἀνίῃ περάτης Τιτάν, δύνῃ δὲ Σελήνη, ἢ ὁ μὲν ὕψι μέσον τέμνῃ πόλον, ἡ δ’ ὑπόγειον κέντρον ἔχῃ, μάλα φῶτας ἀριγνώτους καὶ ἀγητοὺς ῥέζουσιν, ποτὲ δ’ αὖ μεγάλους βασιλῆας ἔτευξαν, | ||
225 | ἠὲ πάτρης προὔχοντας, ἢ ἐν δήμοισιν ἀρίστους. ὣς δὲ καὶ ἢν τάδε κέντρα μεταλλάξαντες ἔχωσιν. Ἤδη καὶ σύγκρασιν ἀείσω μαρτυρίας τε, ἠδ’ ὅς’ ἐπαντέλλοντες ἢ ἀλλήλους ὁρόωντες ἀστέρες ἔρδουσιν· τὰ γὰρ ἀτρεκίην μάλα φαίνει. | ||
230 | πάντα μὲν οὖν οὐκ ἄν τις ἑῷ φράσσαιτ’ ἐνὶ θυμῷ, οὐδ’ ἐνέποι· τὰ γὰρ ἄσπετ’ ἀπείριτά τ’ ἐστὶ κατ’ αἴθρην σχήματ’ ἀμειβόντων ἄστρων πολύπλαγκτα κέλευθα· ὅσσα δ’ ἐπιλέξωσι θεοί, τάδ’ ἐγὼ σάφα λέξω. Ζηνὶ συνὼν Κρόνος αἰπὺς ἢ εἰσορόων τετράγωνος, | ||
235 | ἢ ὅγε καὶ διάμετρος ἀπὸ πλευρῆς τε τριγώνου, δωρεῖται φιλίην βασιλήιον ἢ καὶ ἄναξιν εἰκελίων ἀνδρῶν, αὐτοὺς δ’ ἄρα φῆμιν ἀρίστην ἴσχοντας τεύχει, κοσμεῖ δ’ ὑπ’ ἀπείρονι πλούτῳ, καὶ μελάθροις, ληίοις τε, βαθυκλήροισί τ’ ἀρούραις, | ||
240 | λείαις παντοίαις τ’, ἀγέλαις δμωσίν τ’ ἀναρίθμοις· δῶκε καὶ εἰναλίων κτῆσιν νηῶν πολυφόρτων, καὶ πρήξεις ἀγαθάς, καὶ δ’ αὖ μέγα κῦδος ἐπ’ ἔργοις, καὶ λιπαρὸν γῆρας μέχρις ὑστατίου θανάτοιο. ἀλλ’ Ἄρης τετράγωνος ἢ ἀντιπέρηθεν ἀθρήσας | ||
245 | ψυχρότατον Κρόνον ὄντα κακὸς κακοῦ ἀντίον ἑστὼς ἢ καὶ ὁμοῦ βαίνων, δεινάς τ’ ἄτας ἐπιβάλλει, | ||
καὶ πενίην δυσάλυκτον ἄγει δειλοῖσι βροτοῖσιν, ἔξοχα δ’ εἴ γε σὺν Ἠελίῳ βεβαῶτες ὁρῷντο· τῆμος γὰρ πτωχοὶ πανδήμιοι ἰνδάλλονται | 55 | ||
3(250) | ὀθνείῃσι θύρῃσιν ἐφεστηῶτες ἀνάγκῃ, ἢ καὶ ἐφημερίης δαίτης χάριν αἰνὰ μογεῦντες, ἄλληκτον καμάτοισιν ὀϊζυροῖς φθινύθοντες. εἰ μή πως δ’ εὐεργὸς ὁρώη σχήματα ταῦτα, καὶ πότμῳ στυγερῷ ζωῆς ἐπὶ τέρμαθ’ ἵκοιντο· | ||
255 | ἤτοι ναυφθορίῃ γάρ, ἢ ἐν πελάγεσσιν ἐόντες, | ||
257 | ἢ ποταμῷ στυγερῷ, ζωῆς χάριν αἰνὰ μογεῦντες | ||
256 | κύμασιν ἐρραίσθησαν, ἢ ἐν πολέμῳ κρυόεντι | ||
256b | ****** | ||
258 | ἢ ὑπὸ ληιστῆρσιν ἢ ἐν χάρμῃ δορίληπτοι πέρνανται σφιγχθέντες ἀεικελίοις ὑπὸ δεσμοῖς, | ||
260 | δηθάκι καὶ θήρεσσιν ἕλωρ καὶ κύρμα γένοντο, ἢ πότ’ ἐν ἠερίοισιν ἄφνω κρημνοῖσιν ὄλοντο, ἢ βρόχον αἰπὺν ἀνῆψαν, ἢ ἐν πτώσει θαλάμοιο ὀστέα συνθλιφθέντες ἀΐστως θυμὸν ὄλεσσαν. ὣς δὲ καὶ ἡμερίοις τὰ τελείεται, ἢν ὀλοῇσιν | ||
265 | καὶ Μήνην σφετέρῃσιν ὑπ’ ἀκτίνεσσι βάλωσιν. εἰ δ’ ἄρα τοι γενέθλῃ μὲν ἀρήγοιεν κλυτοὶ ἄλλοι ἀστέρες, οἱ δ’ ἄρα τοι μὴ φαίνοντες φορέοιντο, νείκεα καὶ κρίσιας θαμινὰς ἐπάγουσι βροτοῖσιν· ἢν δ’ ἀγαθὸς κέντροιο κρατῇ, ὀλοὸς δ’ ἀπόκεντρος, | ||
271 | σχήματι συμφώνῳ, καμάτων ἀπέλυσαν ἀπ’ αἰνῶν. | ||
270 | πρηϋτέρας δὲ τρίγωνοι ἀεὶ τελέουσιν ἀνίας. | ||
272 | Ἠέλιον δ’ ἐπιδερκόμενος τοίῃσιν ὑπ’ αὐγαῖς ἢ καὶ νυκτιπόλον Φαίνων λιποφεγγέα Μήνην, ἐκ τοκέων δμώων αὐτοὺς ἔρδει θεράποντας· | ||
275 | πολλάκι δ’ ὀφθαλμοῖσι σίνος λιποφεγγὲς ἔτευξεν, καὶ γονέας νούσοις ψυχμῷ καὶ βηχὶ χαλέπτει. Ἀφρογενεῖ δὲ συνὼν Φαίνων ἠδ’ ἀντιπέρηθεν πρεσβυτέρας στείρας τ’ ἀλόχους καὶ ἀεικέας αἰνῶς δῶκεν. καὶ τετράγωνος ἀεὶ χαλεπὸς κυθερείῃ· | ||
280 | δεινοὺς γάρ τε γάμους καὶ ἐϋφροσύνης ἄτερ ἔρδει. λυγρὰ δ’ ἄρ’ ἥσσον’ ἔδωκε τριγώνοις φέγγεσι λεύσσων. σχήμασι δ’ οὔποτε τοῖσι δεδορκὼς Ἀφρογένειαν παρθενικὴν ἐπέτρεψεν ἔχειν ἐν δώμασι νύμφην· δηθάκι δ’ ἀσπέρμους αὐτοὺς καὶ ἄπαιδας ἔτευξεν. | ||
285 | ἢν δ’ ἄρα καὶ Πυρόεντ’ ἐπιμάρτυρα τοῖσδ’ ἐσαθρήσῃ, ἢ ὅγε καὶ Μήνην, εὐνούχους πάμπαν ἔθηκεν. Ἑρμείῃ δὲ συνὼν Φαίνων γλώσσης βλάβος ἔρδει, καὶ λαλιῆς ἐπέδης’, ἤν περ μὴ φοίνιος Ἄρης σύμφωνος κατιδὼν λύσῃ κακοεργέα λώβην. | ||
290 | καὶ δὲ δίκας τετράγωνος ἐὼν κρίσιάς τ’ ἐπιπέμπει, καὶ πιναρὴν λασίην τε βροτοῖς ἐπεθρέψατο χαίτην. τὼς δ’ ἄρα καὶ διάμετροι. ἀτὰρ χαίρουσι τρίγωνοι, σχήμασι δ’ ἐν τούτοισιν ἀεὶ φιλομάντιας ἄνδρας καὶ βίβλων κρυφίμων μάλ’ ἐφιεμένους τελέουσιν. | ||
295 | Ζεὺς δ’ Ἄρεϊ ξυνὴν μὲν ἰὼν ὁδόν, ἠὲ τρίγωνος, ἡγεμόνας ῥέζει στρατιῆς νηῶν τε καὶ ἵππων καὶ πεζῶν, ποτὲ δ’ αὖ μεγάλους βασιλῆας ἔτευξεν, ἠὲ πάτρης προὔχοντας, ἢ ἐν δήμοισιν ἀρίστους. εἰ δ’ ἄρα μὴ πάμπαν μοίρης ἀγαθῆς τετύχοιεν, | ||
3(300) | ἀλλ’ ἀστὴρ ἑτέρωθι νεμεσσήσῃ κακοεργός, ἢ καὶ ἀποκλίνωσιν ὑπ’ αὐγὰς Ἠελίοιο, σὺν τοίοις ἄνδρεσσιν ἀεὶ στρωφῶνται, ὑπ’ αὐτοῖς στεργόμενοι φιλίῃσιν, ὑπείροχον εὖχος ἔχοντες. πάντες δ’ εὐκτέανοι καὶ ὑπείροχον ὄλβον ἔχουσιν. | 56 | |
305 | μείονα δ’ ἐσθλὰ διδοῦσιν, ἐπὴν τετράγωνοι ἔωσιν. πάγχυ δ’ ἀνωμαλίην βιότου διάμετροι ἐόντες ἀνθρώποις τεύχους’, ὁτὲ μὲν πενίην, ὁτὲ δ’ ὄλβον πυκνὸν ἀμειβόμενοι, αἰεί γε μὲν ἄρκι’ ἔνειμαν. σὺν Διὶ δ’ Ἀφρογένεια βίῳ χαίροντας ἀμόχθως | ||
310 | εὐπρήκτους τε τίθησιν, ἐϋφροσύναις τε γάμοιο τερπομένους· τοὺς γάρ τε φίλαι τίουσιν ὅμευνοι, ἐκ δ’ ἄρα λιτοτέρων πολυόλβους αὐταὶ ἔθηκαν· καὶ δὲ καὶ εὐτεκνίη σφιν ἐνὶ μεγάροισιν ὀπηδεῖ. καὶ δ’ ἄλλαις πρὸς Ζῆν’ ἐπιμαρτυρίῃσι τάδ’ ἔρδει. | ||
315 | ἐσθλὸς καὶ Στίλβοντι συνὼν μεγάλου Διὸς ἀστήρ, σχήμασί τ’ ἐν πάντεσσιν ὁρῶν θοὸν Ἑρμάωνα· τρισμάκαρας τεύχει γάρ, ἀεὶ βασιλήιον ὄλβον νωμῶντας, χρυσόν τ’ ἐθνέων ἄπο δασμολογοῦντας, κεκλομένους τ’ ἐπὶ τοῖσιν, ἀκουομένους θ’ ὑπὸ πολλῶν· | ||
320 | οἱ δέ τ’ ἀριγνώτων ἀνδρῶν πλοῦτον διέπουσιν, οἱ δ’ ἄρ’ ἀπ’ ἐμπορίης ἐσθλῆς βίοτον συνάγειραν, κέρδεα δὲ σφετέρων καμάτων ἅλις ἐκτήσαντο, ἄλλοι δ’ αὖ κόσμων ἐπιίστορες ἢ διὰ γραπτῶν ἰδμοσύνης ἐρίτιμοι ἀγακληεῖς τ’ ἐγένοντο, | ||
325 | οἱ δ’ ἄρα καὶ παίδων ἡγήτορες, ἐν σοφίῃ τε πολλὸν ἀριπρεπέες μύθων ὑποφήτορες ἐσθλῶν. εἰ δ’ ἄρα τούσδε Κρόνος μαλεραῖς ἀκτῖσιν ἀθρήσῃ, πρήξεσιν ἐν τοίῃσιν ὑποδρήσσοντας ἔθηκεν. εἰ δ’ Ἄρης συνίῃσιν ὁμοῦ καλῇ Κυθερείῃ, | ||
330 | ὑβρισταὶ λεχέων τε καὶ ἀλλοτρίων ὑμεναίων γίνονται, ἀναφανδὰ μάλ’ ἐκτόλμως τάδε δρῶντες· καὶ δὲ σύνευνοι τῶνδε πολυκλινέες τελέθουσιν, ῥηιδίως φιλότηθ’ ἑτέροις κυθέρης ὀρέγουσαι. εἴκελα καὶ δ’ ἄλλαις ἐπιμαρτυρίαις τελέουσιν. | ||
335 | εἰ δὲ καὶ Ἑρμείης ἐρατὸς σὺν τοῖσδε φανείη, τῶν ἕνεκεν κρίσιές τε μάχαι τ’ ἀγορῇσι πέλονται· οἱ δὲ καὶ αἴσχρ’ ἔτλησαν ἐν ἀλλοτρίοισι δόμοισιν ληφθέντες, φήμη δὲ κακὴ περιδέδρομεν αἰεί. ἢν δ’ Ἑρμῇ τετράγωνος ἢ ἀντίος ἢ κατὰ χώρην | ||
340 | τὴν αὐτὴν Θοῦρος τροχάῃ, μάλα λυγρὸς ἐτύχθη· νείκεα γὰρ γραπτῶν ἕνεκεν κρίσιάς τ’ ἐπιπέμπει, καὶ δόμον ἐξαπίνης κενεὸν βιότου ἀνέφηνεν· δηθάκι καὶ δεσμοὺς ἐπάγους’ ὀλοοῖσιν ἐπ’ ἔργοις. ἀλλὰ τρίγωνοι ἐόντες ἐχέφρονας ἐκτελέουσιν | ||
345 | καὶ πυκιναῖς πραπίδεσσσιν ἐναίσιμα μητιόωντας. φαιδρὸς δ’ Ἑρμείης καὶ πασιφαὴς Ἀφροδίτη ξυνὴν ἐξανύοντες ὁδὸν μάλ’ ἄριστοι ἔασιν· ὄλβον μὲν πρώτιστα δόσαν, μετέπειτα δὲ μύθων πειθὼ καὶ φιλίην ἀγαθὴν τιμήν τ’ ἐνὶ δήμοις· | ||
3(350) | πρὸς δ’ ἔτι παντοίης μούσης ἐπιίστορας ἄνδρας τεύχουσιν, μολπῇσί τ’ ἀγαλλομένους καὶ ἀοιδῇ. | ||
351b | ****** | ||
352 | εἰ δέ κε λεύσσωσιν Μήνην καὶ Ζῆνα φέριστον, | ||
καὶ στέφεσιν κύδηναν, ἀγακληεῖς τ’ ἐνὶ λαοῖς ἐξαίτοις γεράεσσιν ἀέθλων εἵνεκ’ ἔθηκαν. | 57 | ||
355 | εἰ δ’ ἔτι καὶ Πυρόεις τούτοις ἐπιμάρτυρος εἴη, γίνονται σταδίοισι παλαισμοσύνῃσί τ’ ἄριστοι, πυγμαχίῃσί τ’ ἀγασθενέες πληγῇσί τε χειρῶν, καὶ θαμιναῖς νίκῃσιν ἀγάλλονται κατ’ ἀγῶνας. καλὴ καὶ Μήνη καὶ πανδερκὴς Ὑπερίων | ||
360 | ἀλλήλους ὁρόωντες ἐναντίοι ἢ τετράγωνοι, | ||
360b | ****** | ||
361 | ἔξοχα δ’ αὖτε τρίγωνοι, ἐπεὶ τόδε πάμπαν ἄριστον σχῆμα πέλει φαύλοις τε καὶ ἐσθλοῖς ἀστράσι πᾶσιν. εἰ δὲ καί, οἷς ἐπέοικεν, ἐνὶ ζώοισι φανείη ἄμφω φάεα καλά, τὸ δ’ αὖ πολὺ φέρτατόν ἐστιν. | ||
365 | πάντων μὲν γὰρ ἄριστον ἐνὶ ζώοισι παρεῖναι ἄρσεσι μὲν Τιτῆν’, ἐν θηλυτέροισι δὲ Μήνην· προσφιλέες γὰρ ἀεὶ καὶ μείλιχοι ἐξεγένοντο, ἔργα τε ῥηιδίως καὶ πρήξιας ἐξετέλεσσαν. εἰ δέ τ’ ἐν ἀρσενικοῖς ἄμφω κλυτὰ φέγγε’ ὁρῷτο, | ||
370 | ὠμούς, ἀστεμφεῖς, ἠδ’ ἀτρέπτους ἐσίδοιο γεινομένους, οὐδ’ ὅσσον ὑπείκοντας νόῳ ἄλλοις. ὅσσοι δ’ αὖ Μήνην μὲν ἐν ἄρσενι, θηλυτέρῳ δὲ ἴσχους’ Ἠέλιον, τοῖσιν δ’ ἄρα πρήξιες ἔργων ἄλλως ἐξανύονται ἢ ὡς φρεσὶν ᾗσι μενοίνων· | ||
375 | αὐτοὶ δ’ ἀπρόκοποι, πάμπαν τ’ ἐπαρίστεροι ἄνδρες. θήλεσι δ’ ἐν ζώοις ἄμφω κλυτὰ φῶτα φανέντα, δειλούς, πανταρβεῖς, ἑτέροις ὑποπεπτηῶτας | ||
377b | ****** | ||
378 | θηλύτεροι πραπίσιν, βιότῳ δ’ ἔνι πάμπαν ἄπρηκτοι, ἀλλοτρίης γαίης καὶ ἀλητύος ἱμείροντες. | ||
380 | ἀλλὰ τόδ’ ἔμπαλιν ἐσθλὸν ἔφυ κεδνῇσι γυναιξίν· πρηεῖαι γάρ τ’ εἰσὶ νόῳ, ποσίεσσί θ’ ἑοῖσιν εἴκουσιν μάλα πειθόμεναι, στυγέουσί τε νεῖκος. εἰ δ’ ἐπὶ θηλυτέρῃ γενέθλῃ δύο φῶτα φανείη ἄρσεσιν ἐν ζώοις, ἡ δ’ αὖ μάλ’ ἀγήνορι θυμῷ | ||
385 | δεινή τε κρυερή τε πέλει πραπίδεσσί τ’ ἄκαμπτος. ὁππότε δ’ οὖν σελάων τοίοις ζώοισιν ἐπόντων καὶ Θοῦρος πυρόεις καὶ καλλίκομος Κυθέρεια ἄρσεσι δεικήλοισιν ἐπεμβεβαῶτες ὁρῷντο, καὶ ζῶον πρὸς τοῖς ἄρσεν πέλοι ὡρονόμοιο, | ||
390 | ἧς φύσιος λήγουσι, παρὰ λεχέεσσι γυναικῶν κλινόμεναι φιλότητι, τάτ’ ἀνέρες ἐκτελέουσιν. ἔμπαλι θηλυτέροισι δ’ ὅτ’ ἀνέρες ἐν ζώοισιν ἴσχως’ Ἠέλιον καὶ νυκτεροφεγγέα Μήνην, θῆλυ δὲ καὶ ζῶον κατέχῃ Κυλλήνιος Ἑρμῆς, | ||
395 | πάσχους’ αἴσχεα πολλὰ γυναικῶν ἔργα τελοῦντες· δηθάκι καὶ σπορίμης αἰδοῦς ἀπὸ μήδε’ ἔκειραν. τὼς μὲν ἄρ’ αἰνὰ πέλει φύσιος βροτέης κατέναντα φῶτ’ ἐνὶ δεικήλοισιν ἑὸν δρόμον ἐξανύοντα. Ἀλλ’ ἐπεὶ οὖν μοι θυμὸς ἐνὶ προτέροισιν ἀεῖσαι | ||
3(400) | μήσατ’ ἀναγκαῖον χρεῖος, σάφα νῦν καταλέξω, ὁππόθεν ἐν γενέθλῃσι χρεὼν ζωῆς χρόνου ἀρχὴν ἀνθρώποις φράζεσθ’ ἠδ’ ἔμπαλιν, ὁππόθι λήγει. οὐ μὲν δὴ πάντεσσιν ὁμῶς μερόπεσσιν ἔοικεν οἴης ἐκ χώρης ἐτέων λάζυσθαι ἀριθμόν· | ||
405 | ἄλλη γάρ’ θ’ ἑτέρῃ γενέθλῃ ἄφεσις συνάρηρεν. ὅσσοις μὲν Τιτὰν ἠοῖ ἔνι γεινομένοισιν κέντρῳ ἐπεμβεβαὼς ἰνδάλλεται, ἐξ ἄρα κείνου μοίρης ἄρχεσθαι βιότου χρόνον ἐξαριθμοῦντας· νυκτερινῇ γενέθλῃ δὲ Σεληναίης ἀπὸ μοίρης. | 58 | |
410 | ὁππότε δ’ ἂν κέντρων ἐκτὸς δύο φῶτ’ ἀποκλινθῇ, ἠδ’ ἄρ’ ἐπὶ μοίρῃσι κατωφερέεσσι πόλοιο νίσσηται προθέοντα, τότ’ ἀστέρος ἄρχεο κείνου, ὅς ῥά τε δεσπόζει γενέθλης, μέγα τε κράτος ἴσχει. εἰ δ’ ἄρα κἀκεῖνον λεύσσοις κλινθέντ’ ἀπὸ κέντρου, | ||
415 | ἐξ ὥρης τότ’ ἔπειτα χρόνων ἄφεσιν σύ γε φράζου. ζωῆς δ’ αὖτ’ ἀρχὴν εὖτ’ ἂν διζήμενος εὕρῃς, δεικήλων σκέπτοιο χρόνους, ὁπόσοις περάτηθεν ἀντέλλει, κείνων τε περὶ μοιρῶν δεδάασθαι· τὼς γὰρ πλειώνων ἀριθμὸν μοίρῃσι φράσαιο, | ||
420 | ὅσσους Μοῖρ’ ἐπέδησε βροτῶν μογεροῦ βιότοιο. ἐν δὲ μέσαις μοίρῃσιν, ἐφ’ αἷς ζωὴ νέμετ’ ἀνδρῶν, ἐνδυκέως σκέπτοιο, μὴ ἀκτὶς ἢ τετράγωνος ἠὲ καταντιπέρην ὀλοοῦ Κρόνου ἢ Πυρόεντος, ἢ αὖ τοίγε συναντόμενοι ζωὴν διέκερσαν. | ||
425 | νυκτὶ δὲ γεινομένους καὶ παμφεγγὴς Ὑπερίων δηθάκις ἀκτίνεσσιν ἑαῖς πνοιῆς ἀπάμερσεν. πᾶσαν δ’ αὖτ’ ἄφεσιν πλευρὴ τετράγωνος ὁρίζει· μήκιστον γὰρ τοῦτο βροτῶν τέλος εὔαδε Μοίραις. | ||
6(t) | ΒΙΒΛΙΟΝ ϛ [Γ] | ||
pinax1 | Ἐν ᾧ φησιν: | ||
pinax2 | Α. Περὶ τροφῆς καὶ ἀτροφίας παίδων. | ||
pinax3 | Β. Περὶ γάμου. | ||
pinax4 | Γ. Περὶ τέκνων γονῆς. | ||
pinax5 | Δ. Περὶ στείρων καὶ ἀσπέρμων. | ||
pinax6 | Ε. Περὶ πλήθους τέκνων ἢ καὶ ὀλιγοπαιδίας. | ||
pinax7 | ϛ. Περὶ τοῦ ποίας τέχνας ἢ ποίας πράξεις μετελεύσεται ὁ τε‐ | ||
pinax8 | χθείς. | ||
pinax9 | Ζ. Περὶ σίνους. | ||
pinax10 | Η. Περὶ κτήσεως. | ||
pinax11 | Θ. Περὶ δουλείας τύχης. | ||
1 | Ἐλθέ μοι, ὡς προτέρην λιγέως ἥρμοσσας ἀοιδήν, Μοῦσα φίλη, καὶ Φοῖβε καὶ Ἑρμῆ χρυσοπέδιλε, καὶ νῦν ἱμερόεν τέκμωρ θείητ’ ἐπὶ μολπῇ· αὐτὰρ ἐγὼ θυμὸν καίπερ καμάτῳ μογέοντα | ||
5 | ὀτρυνέω, μέχρις ἄν κ’ ἐπὶ πείρατα νίσομαι οἴμης· πᾶν γὰρ ἀεικέλιον, τῷ μὴ τέλος ἐσθλὸν ὀπηδεῖ. βίβλῳ δ’ ἐν πυμάτῃ τάδε μοι κατανεύσατ’ ἀεῖσαι, ἀμφὶ τροφῆς βρεφέων ἠδ’ ἀτροφίης ἀλεγεινῆς, ὅσσα τ’ ἐπειγόμενοι Μοίρης ὕπο χερσὶν ἑῇσιν | ||
10 | αὐτοὶ ἐπ’ οὐλόμενον πότμον ῥίψαντο γονῆες, ἀμφὶ γάμων τ’ ἐρατῶν καὶ ἀδελφειῶν ἐνέποιτε καὶ τέκνων γενεῆς, σινέεσσί τε τοῖσιν ἕκαστος ἀνθρώπων μεμόρηται ὑπ’ ἀστράσι κινυμένοισιν, καὶ τέχνας μέλποιτ’ ἰδὲ πρήξιας, ἔργα θ’ ὁποῖα | ||
15 | ἀστέρες ἀνθρώποισι δυηπαθέεσσι νέμουσιν, | ||
ἠδ’ ὡς σφαλλόμενοι πολυχρήμονος ἐκ βιότοιο ἀνέρες ἐν πενίῃ τε καὶ ἄλγεσι μοχθίζουσιν, καὶ δμώων ὅππως τις ἐπιφράσσαιτο γενέθλην. Κείνοις μὲν δὴ πρῶτα τροφῆς ἐμέγηρε βρέφεσσιν | 59 | ||
20 | Αἶσα κακή, τοῖσπέρ τ’ ἀπὸ γαστέρος ὀρνυμένοισιν Ἄρης καὶ Φαίνων ὑπὲρ ὡρονόμοιο βεβῶτες λεύσσους’ ἐς δύσιν ἑλκομένην ἐριφεγγέα Μήνην, μήτε Σεληναίην μήτ’ οὖν ὥρην καθορώντων Φωσφόρου ἢ Ζηνός· τοὶ γὰρ βίου εἰσὶ δοτῆρες. | ||
25 | ὣς δ’ αὕτως ἀτροφεῖς καὶ ὅσοις ἔπι γεινομένοισιν ὡρονόμον διέπει Φαίνων, δῦνον δέ τε κέντρον Ἄρης, μήθ’ ὥρης ζῶον μήτ’ οὖν φάος ἁγνὸν Μήνης δερκομένου Ζηνὸς φυσιζόῳ αἴγλῃ. καὶ δὲ καί, ὁππότ’ ἂν ἠΰκερων Πυρόεις διάμετρος | ||
30 | ἀκτῖσιν Μήνην καθορᾷ, Φαίνων δὲ Σελήνῃ δεξιτερὴν ἱστῆται ἐπὶ πλευρὴν τετράγωνος ἀντολίην ἀπέχων τηλοῦ Ὑπερίονος αἴγλης, δὴ τότ’ ἀπ’ ὠδίνων καὶ γαστέρος ἐκπροθορόντες αὐτίκ’ ἄρ’ οἰωνοῖσιν ἕλωρ καὶ θηρσὶ γένοντο. | ||
35 | ἢν δὲ Σεληναίη μὲν ἐφ’ ὡρονόμῳ ἐπιτέλλῃ, ἐν προτέρῳ δ’ ὥρης ζώῳ Φαίνων προθέῃσιν, δαίμονα τόντε κακὸν πρότεροι φῶτες καλέσαντο, Ἄρης δ’ αὖτ’ ἐφέπηθ’ ὥρης κατόπισθε διώκων, μήτ’ οὖν Ἀφρογενοῦς μήτ’ εὐφεγγοῦς Φαέθοντος | ||
40 | δερκομένων δείκηλον, ἐφ’ ᾧ Μήνη καθορᾶται, καὶ τότ’ ἐπ’ ὠδίνεσσι βρέφη θλιφθέντ’ ὀλοῇσιν νηδύος ἐξέλκουσι διαμελεϊστὶ ταμόντες. εἰ δ’ ἄρα καὶ δίχα κέντρου ἔοι ζώοισιν ἐπ’ ἄλλοις τὼς Μήνη κερόεσσα, τόσον τεχθὲν χρόνον ἠῶ | ||
45 | ἀθρήσει, μέχρις ἄν κε Σεληναίη ἀφίκηται. εἰ δ’ ἄρ’ ὑπὲρ κέντροιο Σεληναίη βεβαυῖα τὴν αὐτὴν ἐπέχῃ μοῖραν πολεμοκλόνῳ Ἄρῃ, ἢ ζῶον κατὰ ταὐτὸν ἢ ἀντιπέρηθεν ἰόντος, αὐτίκα δὴ πρώτῃσιν ὑπ’ ὠδίνεσσιν ὄλισθον | ||
6(50) | μητέρος ἄγχι ποδοῖιν ἐπ’ ὀξέα κεκληγυίης. ἢν δὲ γονῆς ἀγαθοὶ τελέθως’ ἐπιμάρτυροι ὥρῃ, ἔκθετον ἐκ μεγάρου τοκέων βρέφος εὐθὺς ἐτύχθη· κἢν μὲν Ζεὺς Μήνην σφετέραις ἀκτῖσιν ἀθρήσῃ, ἀνήρ, ὅς μιν ἀνείλεθ’, ἑὸν ποιήσατο παῖδα, | ||
55 | ἢ ἑτέρῳ δῶκεν τεκέων τητωμένῳ ἀνδρί, ὃς θέμενος μεγάροις ἰσοῖ γονίμοισι τέκεσσιν. ἢν δ’ ὀλοὸς Φαίνων λεύσσῃ περιφεγγέα Μήνην, ῥιφθὲν ἀπὸ λεχέων, ἑτέρου δ’ ὑπὸ χείρεσι θρεφθὲν ἀτμενίης δούλειον ὑπὸ ζυγὸν αἴν’ ἀνέτλησεν. | ||
60 | καὶ δὲ Κρόνου περάτηθεν ἀθρειομένου ὑπὲρ ὥρης, δαίμονι δ’ ἐν λυγρῷ Μήνης προπάροιθεν ἐούσης, καὶ κέντρου Τιτῆνος ἀποκλινέος τελέθοντος, ζωὴν μέν τ’ ἴσχους’, ἀτὰρ ἔκθετοι ἐκ πατρὸς οἴκων. ὁππότε δ’ αὖ Μήνης μὲν ἔχῃ συναφὴν Κρόνος αἰνός, | ||
65 | ἀντιπέρην δ’ αὐτοῦ Πυρόεις αὐγῇσι βάλῃσιν, μηδ’ ὅσσον Μήνην ἐπιδερκομένου Φαέθοντος, ῥιφθέντες χώρης τηλοῦ κατ’ ἐρημάδος οἰκτρῶς δουλοσύνης θρεφθέντες ὀϊζυρῆς ἀνέχονται. εἰ δὲ καθ’ ὡρονόμου μὲν ἔοι βεβαυῖα Σελήνη, | ||
70 | τῇ δ’ ἄρ’ ἐπαντέλλῃ Ζεὺς ἑσπόμενος κατόπισθεν, Μήνην δ’ ἀκτῖσιν Φαίνων κατεναντία λεύσσῃ, καὶ Πυρόεις ἑτέρωθεν ἄνω κέντρον καθορῴη, ἐς τόσσον ῥιφθὲν μίμνει χρόνον, εἰσόκε Μήνη ἐκπροφυγοῦς’ ὀλοῶν αὐγὰς Φαέθοντι συνάψῃ | 60 | |
75 | ὥρης δ’ αὖ Τιτῆνος ὑπὲρ βροτέης τροχάοντος αἰνοῦ τ’ ἐς δύσιν ἑλκομένου κατέναντα Κρόνοιο, καὶ δὲ Σεληναίης μετ’ ἀριγνώτου Φαέθοντος δείκηλον κατὰ ταὐτὸ καὶ οὐκ ἰσόμοιρα θεούσης, ἐξόπιθεν δ’ Ἄρεος σπομένου συναφήν τε Σελήνης | ||
80 | δεχνυμένου, βρέφος ἐς τόσσον πατρώιον οἶκον μίμνει, μέχρι κε Μήνη ἐπ’ Ἄρεα θοῦρον ἵκηται. εἰ δὲ δύω σελάων κέντρων ὕπερ ἑστηώτων, Ἠελίου μὲν ἐφ’ ὡρονόμῳ, δυτικῷ δὲ Σελήνης, ἢ κείνης μὲν ἐφ’ ὥρῃ, ἀτὰρ Τιτῆνος ἔναντα, | ||
85 | τῷ μὲν δὴ Φαίνων, τῇ δ’ αὖ Πυρόεις συνέπηται, ἢ τῶν μὲν τροχάῃ τις ὁμοῦ ἑτέρῳ, ὁ δὲ κέντρῳ ἄλλῳ ἐπεμβεβαὼς λεύσσῃ κείνους ἀνιόντας, ᾗσιν ὑπαὶ παλάμαις τεχθὲν ῥίπτουσι τοκῆες. ἢν δ’ Ἄρης περάτηθεν ἀνέρχητ’, αὐτὰρ ἐπ’ αὐτῷ | ||
90 | Φαίνων, ἢ ἑτέροισιν ὅγ’ αὖ κέντροισιν ἕπηται, Μήνη δ’ ἔκτοσθεν κέντρων σὺν Ζηνὶ φέρηται, βαιὸν δὴ τότε χάρμα βροτοῖς τεύχει περὶ τέκνων· τόσσον γὰρ λεύσσει τεχθὲν χρόνον ἄμβροτον ἠῶ, Μήνη μέχρι θέουσα παραΐξῃ Φαέθοντα. | ||
95 | ναὶ μὴν καὶ σέλας Ἠελίου Μήνην τε καὶ ὥρην ὁππότ’ ἂν ἐσθλοδόται μὲν ἀποστρεφθέντες ἴωσιν, οἱ δ’ ὀλοοὶ λεύσσωσι, τότ’ ἔκθετα τέκνα γονῆες ῥίπτους’ ἐς βαθὺ κῦμα βορήν τ’ ἔμεν οἰωνοῖσιν. ἔμπαλι δ’ ἀρητοὶ παῖδες τοκέεσσι γένοντο | ||
6(100) | εὐτραφέες θ’, ὁπόσοισιν ἀπ’ ὠδίνων προθοροῦσιν ἀστέρες ἐσθλοδόται ζωῆς δωτῆρες ἔασιν, ἤτοι ὑπὲρ κέντρων καὶ ὁμοῦ Μήνῃ βεβαῶτες, ἢ σελάεσς’ ἐπιδερκόμενοι Μήνην τε καὶ ὥρην, ἢ κέντρων κατόπισθεν ἐπ’ ἀμφοτέρῃσιν ἐόντων | ||
105 | Φαίνοντος καὶ Ἄρηος, ἀπόστροφον ἀκτίνεσσιν βαινόντων σελάων τε καὶ ὥρης, ἠέ θ’ ἑοῖσιν σύμφωνον δρόμον ἐν ζώοις φίλιόν τ’ ἀνυόντων. παισὶν δ’ αὖ πᾶσιν, τοῖσιν ζωὴν πόρε Μοῖρα, ἀμφὶ τροφῆς μαζοῦ καὶ νηπιέης ἀλεγεινῆς | ||
110 | ζῶον σημαίνει, τό κε δὴ Μήνης πέλας εἴη, ᾧ ἔνι δὴ κείνη τριτάτην ἐπινίσσεται ἠῶ. Τόσσα μὲν ἀμφὶ τροφῆς παίδων, πολέων ἄπο βαιά, ἤεις’· ἑξείης δὲ γάμου πέρι νῦν ἐνέποιμι, ἀστέρες οἷον ἕκαστος ἀεὶ φαίνουσι κελεύθοις. | ||
115 | εὖτ’ ἂν γεινομένοιο βροτοῦ Μήνη μὲν ἐπείη αἰπυτάτῳ κέντρῳ, Κυθέρη δ’ ὑπόγειος ὁρῆται, τῆμος ὁμογνήτοις γενεῇ τ’ ἄγχιστα συνεύνοις ζεύγνυνται, πολέσιν δ’ ὁμογάστριοι ἐς λέχος ἦλθον νύμφαι. τοῦτο δὲ δρῶσι, καὶ ὁππόταν Ἀφρογενείῃ | ||
120 | Ἑρμείῃ τε θοῷ ξυνὴν ὁδὸν ἐξανύωσιν | ||
120b | ****** | ||
121 | ἀκτῖσι σφετέραις, Φαίνων δ’ ἐπιμάρτυρος εἴη. ἢν δὲ πέλῃ ἰσόμοιρος ἀριγνώτῳ Φαέθοντι, | ||
122b | ****** | 61 | |
123 | δείκηλον κατὰ ταυτὸν ἴῃ, γάμος ἔπλετο τῆμος παρθενικῆς. ἶσον δὲ καὶ εἰ Ζεὺς μαρτυρίῃσιν | ||
125 | Ἑρμείην λεύσσῃ πλευρὴν ἰσόμοιρον ὁδεύων. Ἀφρογενὴς δὲ μεσουρανίου κλίνας’ ἀπὸ κέντρου καὶ δισσοῖς σελάεσσιν ἀπόστροφον οἶμον ἰοῦσα ἀστασίας τεύχει ταραχήν τε γάμοις μετ’ ἀνίης. Φαίνων δ’ Ἑρμείῃ τε συνὼν βλοσυρῇ τε Κυθήρῃ | ||
130 | ἤτοι ἐπ’ οὐτιδαναῖς ἢ ἀνάξια μαχλοσύνῃσιν ἔργα μετερχομέναις ζυγίοις ἡρμόσσατο λέκτροις, πάμπαν θ’ ἡλικίῃσι νέαις ἢ πάγχυ γεραιαῖς. ἐσθλὴν δ’ αὖ φιλότητα γάμου πίστιν τε γυναικῶν ἀχράντοιο λέχους δῶκεν καλὴ Κυθέρεια, | ||
135 | εὖτ’ ἂν ἀπ’ ἀκτίνων Ἄρεος πολιοῦ τε Κρόνοιο μίμνῃ ἀπήμαντος, κείνων φλογέῃσιν ὑπ’ αὐγαῖς ἀλλήλους ἐπιδερκομένων, αὐτὴ δ’ ἀγανῇσιν δέρκηται κερόεσσαν ὑπ’ ἀκτίνεσσι Σελήνην. ὁππότε δ’ Ἑρμείης τε καὶ Ἄρης καὶ Κυθέρεια | ||
140 | μέσσου ὑπὲρ κέντρου ξυνὰς ἀνύωσι κελεύθους, τοῖσιν δ’ αὖτ’ ὀλοὸς Φαίνων μετόπισθεν ἕπηται νωθρὸν ἐπαντέλλων ἢ καὶ κατέναντα δοκεύων, ἐξ ἕδρης πιναροῖο τέγους ξυνῆς τ’ ἀπὸ δήμου εὐνῆς ἀνστήσαντες ἄγοντ’ ἐς δώματα νύμφας, | ||
145 | κἶσα πολυμνήστῃσιν ἀεὶ τίους’ ἀλόχοισιν. ἢν δὲ δύω μὲν φῶτα μέσου κλίνως’ ἀπ’ Ὀλύμπου, πάντες δ’ ἀστέρες ἄλλοι ὑποχθόνιοι φορέωνται ἔκτοσθεν κέντρων, τῆμος ξείνης ἀπὸ γαίης ἄξεται ἀλλοτρίων φωτῶν ἀγνῶτα θύγατρα, | ||
6(150) | καὶ πάτρης ἄπο τηλοῦ ὁμῶς κείνῃ βιοτεύσει. οἷς δ’ ἄρ’ ὕπερθ’ ὥρης χαλεπῷ ἐν δαίμονι καλὴ Ἀφρογενὴς φαίνῃ, τὴν δ’ αὖ Κρόνος ἢ τετράγωνος ἠὲ καταντιπέρην λεύσσῃ, κἢν λέκτρα πόρωσιν | ||
153b | ****** | ||
154 | θηλυτέροις δ’ εὖτ’ ἂν Κύπρις κεραή τε Σελήνη | ||
155 | ζώοισιν λάμπως’, ἤτοι δυτικοῦ κατὰ κέντρου, ἢ καὶ ὑποχθονίου, ἢ καὶ δύο κέντρ’ ἐφέπωσιν, μουνὰξ δ’ ἀμφότεροι κατεναντία τῇσιν ὁρῶνται, τῇ μὲν Ἄρης, τῇ δ’ αὖτε Κρόνος, τόθ’ ἑαῖς πανάθεσμοι θυγατράσιν πατέρες ξυνὸν λέχος εἰσανέβησαν. | ||
160 | ναὶ μὴν καὶ Κρόνου εὖτ’ ἂν ἐν οἴκοισιν Κυθέρεια φαίνηται σὺν Ζηνί, Κρόνου κατόπισθεν ἰόντος, δεχνυμένης αὐτοῦ συναφὴν καλῆς Ἀφροδίτης, Κύπριδι μαρτυρίην Ἄρεως ἑτέρωθι φέροντος, Μήνην δ’ ἀμφότεροι Θοῦρος Φαίνων θ’ ὁρόωνται, | ||
165 | δὴ τότ’ ἀπ’ ὠδίνων ὁπόσοι φάος ἔδρακον ἠοῦς, μοῖραν ἀνέπλησαν πολυπενθέος Οἰδιπόδαο· τοῖσι δ’ ἄρα στυγεροὺς Ποιναὶ μέλπους’ ὑμεναίους νερτέριαι, χείρεσσιν ἀναψάμεναι πυρὶ πεύκας· μητράσι γὰρ σφετέραις φιλοτήσιον ἐς λέχος ἦλθον. | ||
170 | εἰ δὲ γυναικείη γενέθλη πέλοι, ἐς πατρὸς εὐνὴν κλίνονται. τὼς δ’ αὖτε καὶ ἢν κλήροιο γάμοιο Φαίνων δεσπόζων ἤτοι κατὰ κέντρον ἐφ’ ὥρης, ἢ ὅγε φαίνηται δύνων ὥρης κατέναντα, λάθρῃ παρθενίης ζώνην λύσαντο τοκεῦσιν | ||
175 | ἠὲ κασιγνήτοις σφετέροις πατέρων τε τέκεσσιν. ἢν δ’ ὑπογείῳ Ἄρης ἢ καὶ δυτικῷ ἐνὶ κέντρῳ δέρκηται βεβαὼς κλήρου γάμου αὐτὸς ἀνάσσων, αἵδε βίῃ δμώεσσιν ἢ οὐτιδανοῖς ὑπὸ φωσὶν δμηθεῖσαι θολερῶς ὥρης ἄνθος διόλεσσαν. | 62 | |
180 | ἢν δ’ Ἑρμῆς κέντροισιν ἐπείη, τοῖσιν ἔλεξα, καὶ γάμου αὐτὸς ἑοῖσιν ἐνὶ ζώοισιν ἀνάσσων, κρυπταδίως δολεροῖσιν ὀπιπευθεῖσαι ἔπεσσιν καὶ πυκιναῖς ἀπάτῃσιν ἑὴν φρένα φηλωθεῖσαι ἐξαπίνης ἐγένοντο λάθρῃ πρὸ γάμοιο γυναῖκες. | ||
185 | εἰ δ’ ἄρα σὺν Στίλβοντι καὶ Ἄρης κέντρῳ ἐπείη, τῆς ἕνεκεν κρίσιές τε δίκαι τ’ ἀγορῇσι πέλονται. Ζεὺς δὲ καὶ Ἑρμείης μέσσον κατὰ κέντρον ἐόντες σὺν Παφίῃ, ζεύξαντες ὁμηθείῃσι γυναικῶν ἀλλοτρίων μετέπειτα γάμους ἀναφανδὰ τελοῦσιν, | ||
190 | ἀλλ’ ὑπὸ μαχλοσύνης καὶ τῶν λέχος αὖθι λίποντο. εἰ δὲ μεσουράνιον κατέχῃ Φαέθων μετ’ Ἄρηος | ||
191b | ****** | ||
192 | ἤτοι γάρ τ’ αὐτοὶ τόθ’ ὁμεύνους ἥρπασαν ἄλλων, ἢ κείνων ἀλόχους ἕτεροι βίῃ εἴρυσαν αὐτῶν. αἰπυτάτῳ δ’ ἐπὶ κέντρῳ ἐϋστέφανος Κυθέρεια | ||
195 | Τιτῆνος μέτα δερκομένη πατέρων ὀλοῇσιν παλλακίσιν συνέμιξ’ ἢ μητρυιῇσιν ἑῇσιν. εἰ δέ κ’ Ἄρης τούτοισιν ὁμοῦ πέλῃ, ἄχρι γάμοιο ζευχθέντες κείνῃσιν ἄφνω πάλιν αὐτοὶ ἔλειφθεν. Ἄρης δ’ ἡνίκα μέσσον ἀν’ οὐρανὸν ἀμφιπολεύῃ, | ||
6(200) | ὡρονόμον δ’ ἐπέχῃ Φαέθων, Τιτὰν δέ τε δύνῃ, τῆμος ἄρ’ ἁρπαγίμους νύμφας ἐς δώματ’ ἄγονται. εἰ δὲ μεσουράνιον μὲν ἔχῃ Μήνη βλοσυρῶπις, Κύπρις δ’ αὖθ’ ὑπόγειον ἴσαις μοίραις βεβαυῖα, αὐτοκασιγνήτων σφετέρων συνέασιν ὁμεύνοις. | ||
205 | ἀνδρὸς γεινομένου δ’ ὁπότ’ ἂν Τιτάν τε καὶ Ἄρης καὶ Κύπρις Στίλβων τε μίαν κατ’ ἀταρπὸν ἴωσιν, εἵνεκα κλεπτοσύνης εὐνῆς λαθρίης τε κυθήρης ἐν συνοχῇσι γένονθ’, οἱ δ’ αὖ καὶ δεσμὸν ἔτλησαν, αὐτοί τε μάχλοι τε καὶ ἐς φιλότητ’ ἀκόρεστοι, | ||
210 | ἔκ τ’ ἀλόχων λώβας τε καὶ ὕβριας αἰὲν ἔχοντες, ὡς καὶ ἑοῖο γάμου λωβήτορας αὐτοὶ ἐς οἴκους δέχνυνται ξενίῃ σκοτίης ἕνεκεν φιλότητος. εἰ δ’ ἀνδρὸς γενέθλην ἠδ’ αὖ κείνοιο συνεύνου σκεψάμενος κατίδοις ἄμφω ζώοιν ἔνι Μήνην, | ||
215 | αἰὲν ὁμοφροσύνῃσιν ἰαίνοντ’ ἀμφὶ γάμοισιν. δαίμονι δ’ ἢν χαλεπῷ κείνης Μήνη πέλῃ ἀνδρί, αἰὲν ἀτασθαλίῃσι γυνὴ ἀθερίζει ἀκοίτην οὐδὲν ὀπιζομένη λεχέων θεσμῶν τε γάμοιο. ταὐτὰ δ’ ἄρ’ ἐκ ποσίων τελέθει δειλῇσι γυναιξίν, | ||
220 | εὖτε Σεληναίη ἀλόχοις ἐν δαίμονι λυγρῷ ἀνδρῶν φαίνηται· δίχα γὰρ νόον αἰὲν ἔχουσιν. Ἀλλὰ γὰρ οὔτις πάντα δυνήσεται, ὅσσα γάμοιο σήματα φαίνουσιν θοοὶ ἀστέρες, ἐξονομῆναι· τῷ καὶ ἐγὼ τρέψω ἑτέρην μετ’ ἀταρπὸν ἀοιδὴν | ||
225 | ἀμφὶ τέκνων γενεῆς ἐνέπων, ἥντ’ ἀστέρες αἰεὶ ἀνθρώποισι νέμουσιν ἀλημοσύνῃσιν ἑῇσιν. ὅσσοι δὴ χθονίῳ τε καὶ αἰπυτάτῳ περὶ κέντρῳ | ||
ἀστέρας εὐεργοὺς φῶτες βεβαῶτας ἔχουσιν, οἵδε τέκνων τόσσων πατέρες βιότῳ τελέθουσιν, | 63 | ||
230 | ὁππόσοι ἐν τοῖσι ζώοις καθύπερθεν ὁρῶνται, ἢ κέντροις τούτοισι φέρους’ ἐπιμάρτυρον αἴγλην. παῖδας δ’ ἐσθλοδόται κέντρων καὶ ὄπισθ’ ἐπιόντες δῶκαν ἀεὶ δισσούς, εὖτ’ ἂν ζώοισι δισώμοις φαίνωνται. Τιτὰν δὲ καὶ Ἄρης εὖτ’ ἂν ἐπῶσιν | ||
235 | τούτοισιν κέντροις, τεκέων ἄπο πάμπαν ἄμερσαν, ἔξοχα δ’ εἴ κ’ ἀγαθοί σφιν ἀμάρτυροι ἀστέρες εἶεν. ὣς δ’ αὕτως κατόπισθε μεσουρανίῳ δεικήλῳ ἠέ θ’ ὑποχθονίῳ Φαίνων καὶ Ἄρης ἐπιόντες δυστεκνίην ἢ πάμπαν ἀπαιδίην ἐπέκλωσαν. | ||
240 | ἀλλ’ Ἄρης σὺν Μήνῃ ἰδ’ Ἀφρογενεῖ πάλι φαίνων δῶκε τέκνων γενεήν· Ἑρμῇ δ’ ἅμα νόσφισε παίδων. ἢν δὲ Κύπρις μὲν ἔῃ ζώῳ Κρόνου, αὐτὰρ ὅγ’ οἴκῳ ἔμπαλι Κυπρογενοῦς, παίδων γενεὴν τότ’ ἀφαιρεῖ. εἰ δ’ ἔτι καὶ Πυρόεις Παφίην ἀκτῖσιν ὁρῴη, | ||
245 | ὠμοτόκοις ὠδῖσι γονὴν ἔρραισαν ἅπασαν. εἰ δὲ μεσουρανίῳ ζώῳ κενεῷ γεγαῶτι Τιτὰν καὶ Πυρόεις ἄμφω κατόπισθεν ἕπωνται, χῆρον ἀεὶ τεύχουσι δόμον γλυκερῶν ἀπὸ τέκνων. ὅσσαι δὲ Στίλβοντι καὶ Ἠελίῳ ἅμα Μήνην | ||
6(250) | ἐν ζώῳ ἴσχουσι μεσουρανέοντι δισώμῳ, νηδύος εἴσω σπέρμα γονῆς διδύμοιο λάβοντο. εἰ δὲ δυσὶν σελάεσσιν ὁμοῦ πάλιν ἀστέρες εἶεν καλοί, ἰδ’ ἐν ζώοις δισσοῖς παρεόντες ὁρῷντο, καὶ δὲ καὶ ὡρονόμος ζώῳ φαίνοιτο δισώμῳ, | ||
255 | τῆμος ἀδελφειοὶ παιδὸς δίδυμοι προγένοντο. εἰ δὲ πολυσπέρμοισιν ὁμοῦ ζώοισιν ἐπεῖεν ἀστέρες ἐσθλοδόται, παίδων πληθὺν χαρίσαντο. οἱ δ’ ὀλοοί, κἢν δῶσι γονὴν τεκέων μερόπεσσιν, ἢ πάλιν ἂψ ἀφέλοντ’ ἢ ἀνάρσια θέντο τοκεῦσιν. | ||
260 | Ἀμφί γε μὴν τεκέων γενεῆς ἅλις· ἦ γὰρ ἐχέφρων ἀνὴρ καὶ ἀπὸ τῶνδε, τὰ δὴ λίπον, ὦκα φράσαιτο· ἑξῆς δ’ ἡμετέρῃσιν ἀοιδῇσιν καταλέξω, ὅσσους ἱμερτῆς παίδων φύτλης ἀπάμερσαν ἀστέρες, ἠδ’ ὅσσας ἀτόκους τεύχουσι γυναῖκας. | ||
265 | ὁππότ’ ἂν ἐν ζώοισι Κρόνου καλὴ Κυθέρεια φαίνηται, αὐτὸς δὲ Κρόνος διάμετρος ὁρῆται, νωθροὺς ἐς φιλότητα καὶ ἀσπέρμους μάλα τεύχει. καὶ δ’ ὁπότ’ ἂν Φαίνων τε καὶ Ἄρης Ἀφρογενείης οἶκον ἐπέρχωνται, Κύπριδος τετραγώνου ἐούσης, | ||
270 | ἢ τοὺς ἀντιπέρηθεν ἑαῖς ἀκτῖσιν ὁρώσης, εὐνοῦχοι τελέθουσι γονῆς ἐς πάμπαν ἄμοιροι. ὣς δ’ αὕτως, κἢν Κύπρις ἐνὶ Κρόνου οἴκῳ ὁδεύῃ, σὺν δὲ Κρόνῳ Πυρόεις κείνης δόμον ἀμφιπολεύῃ, Ἑρμῆς δὲ ζῶον κατέχῃ Κρόνου ἠδέ τ’ Ἄρηος, | ||
275 | εὔνιδες οἱ μάλα τοι τεκέων ἄγονοί τε πέλονται. ναὶ μὴν καὶ Στίλβων εὖτ’ ἂν μεσάτῳ περὶ κέντρῳ στείχῃ, τῷ δ’ ὀλοὸς Φαίνων κατένανθ’ ὑπόγειος, ἀλλήλαις δ’ αὖ Μήνη ἰδ’ Ἀφρογενὴς τετράγωνοι, καὶ τὴν μὲν Φαίνων, Μήνην δέ τ’ Ἄρης δεκατεύῃ, | ||
280 | γείνοντ’ ἠὲ γονῆς τητώμενοι, ἠὲ δίμορφοι ἄλλα μὲν Ἑρμείῃ, τὰ δ’ ἐοικότες Ἀφρογενείῃ. | ||
εἰ δὲ Σεληναίη μὲν ἐνὶ Στίλβοντος ὅροισιν ἄρσενι δ’ ἐν ζώῳ Κύπρις πέλοι ἐν Κρόνου οἴκῳ, μηδ’ ὅσον ἀμφοτέρας Ζηνὸς καταδερκομένοιο, | 64 | ||
285 | στείρας ἠδ’ ἀτόκους τῆμος θήκαντο γυναῖκας. ὁππότε δ’ αὖ Φαίνων μὲν ὑπὲρ κέντρου μεσάτοιο ἱστῆται, τῷ δ’ αὖτε καταντιπέρην Ἀφροδίτη, ἤτοι ἀπείρητοι τεκέων ἐπὶ πάγχυ γένοντο, ἢ φθείρουσι γονὰς ἀπὸ γαστέρος ὠμοτοκοῦσαι. | ||
290 | εἰ δ’ ἐσθλὸς Φαέθων τοῖσίν γ’ ἐπιμάρτυρος εἴη, ψευδέσιν ὠδίνεσσι λάθρῃ παίδων ἐγένοντο μητέρες ἀλλοτρίων καὶ ὑποβλήδην ἐτέκοντο. εἰ δ’ ἄρα καὶ Πυρόεις μαλεραῖς ἀκτῖσιν ὁρῴη, πάντ’ ἀναφανδὰ πέλει, τάγε δὴ λάθρῃ ἐξετέλεσσαν. | ||
295 | εἰ δ’ ἀγαθῶν ἄστρων παναπόστροφον οἶμον ἰόντων ἀνδρὸς ἔοι γενέθλη, τότ’ ἀεικέα ἔργα τελοῦσιν· κέρσαντες γὰρ ἀχρεῖον ἑοῦ ἀπὸ σώματος αἰδῶ καὶ κυσὶ μήδεα δόντες ἑκοντὴν ὠμὰ δάσασθαι, λιτοὶ ἀγείροντες γαῖαν κατὰ πᾶσαν ἀλῶνται. | ||
6(300) | ὅσσαις δ’ αὖτε γυναιξὶν Ἄρης Φαέθων τ’ ἐπὶ κέντρῳ αἰπυτάτῳ βεβάωσι, Κυθήρης ἐν Κρόνου οἴκῳ φαινομένης, αὐτοῦ τε Κρόνου ζώῳ ἐν ἐκείνης δερκομένου Φαέθοντα μεσουρανέοντα καὶ Ἄρην, τῇσιν Μοῖρ’ ὀλοὴ τέκνων στάχυν οὔποτ’ ἔνειμεν. | ||
305 | Τόσς’ εἰπὼν ἀτέκνων τε καὶ ἀσπέρμων περὶ φωτῶν, ἄλλα δὲ μαντιπόλοισιν ἐπιφράσσασθαι ἐάσας, αὐτίκ’ ἀδελφειῶν λέξω πῶς ἄν κε φράσαιο πληθύν, ὁππόσσοι τε μιῆς ἀπὸ γαστρὸς ἔασιν ἔκ τ’ οἴων πατέρων, ὅσσους τ’ ἐπιμὶξ ἐτέκοντο | ||
310 | μητέρες ἀλλοίοισι παρ’ ἀνδράσιν εὐνηθεῖσαι. ἐν θυμῷ δὴ πρῶτα χρεὼ φράζεσθαι ἀριθμόν, ὅσσοι ἐφ’ ὡρονόμου ζώῳ τριτάτῳ καθορῶνται, ἠὲ μεσουρανέοντι πόσοι βεβάασιν ὕπερθεν ἀστέρες, ἢ σφετέραις ἐπιμάρτυροί εἰσι βολῇσιν. | ||
315 | ὁππότε δ’ ἐξ ὥρης τριτάτου τ’ ἀπὸ δεικήλοιο ἢ ὁπότ’ ἐκ κέντροιο τόδε σκέψασθαι ἄρειον, οὐκ ἔλαθεν σοφὸν ἄνδρα καὶ ἴδμονα μαντοσυνάων. ὣς δ’ αὕτως σκέψαιο καὶ ὅσσοις ἀστράσι Μήνη συμφέρετ’, ἢ ὅσσοισι μέχρις φάσιος συνέμιξεν· | ||
320 | τόσσους γὰρ γνωτοὺς Μοῖρα θνητοῖσιν ὀπάζει. εἰ δ’ ἄρα μή τις Μήνῃ ὁμοῦ θέοι ἠὲ συνάπτοι, τόσσοι ἀπ’ ἀλλοίων μικτοὶ τελέθουσι τοκήων. ἐν δὲ δισώμοις ὅσσοι ὁμοῦ Μήνῃ φορέονται, ἢ συναφὴν δείκνυντ’, ἢ μαρτυρίῃσιν ὁρῶσιν, | ||
325 | δισσοὺς οἵγε κασιγνήτους θνητοῖσι νέμουσιν. εἰ δ’ ἐθέλοις δεδαῆσθαι, ἀπαὶ πατέρων μὲν ὁπόσσοι, μητρῴης δ’ ἀπὸ γαστρὸς ὅσοι γεγάασιν ὅμαιμοι, | ||
327b | ****** | ||
328 | ὃς μὲν γὰρ φαίνει πατρὸς γόνον, ἡ δ’ ἄρα μητρός. εἰ δ’ ἄρ’ ἄχρις φάσιος μὴ δή τινι φωτὶ συνάπτοι | ||
330 | παμφεγγὴς Μήνη, ζώῳ δέ τ’ ὄπισθεν ἰόντι ἢ Κρόνος ἢ Πυρόεις ἐπιμάρτυροι ἰνδάλλωνται, ἢ παύρους θῆκαν γνωτούς, ἢ καὶ σπαναδέλφους. ταῦτα δὲ ῥέζουσιν καὶ ὅτ’ ἂν μεσάτου κατὰ κέντρου ξυνὰ θέως’ ἢ ὄπισθεν ἐπαντέλλοντες ὁρῶνται, | ||
335 | κἢν ἐκτὸς κέντροιο, κασιγνήτους ὀλέκουσιν. καὶ δὲ καὶ ὡρονομῶν Φαίνων, ὁπόσοι προγένοντο φωτὸς ἀδελφειοί, πάντας ζωῆς ἀπάμερσεν. Πολλὰ μὲν οὖν τις τοῖσιν ἐοικότα σήματ’ ἀνεύροι εἵνεκ’ ἀδελφειῶν· τέχνας δ’ ἐγὼ αὐτίκα λέξω | 65 | |
340 | ἔργα θ’ ὁποῖα νέμουσιν ὀϊζυροῖσι βροτοῖσιν. Φαίνων ὡρονομῶν, Ἑρμοῦ δύνοντος ἔναντα καὶ Μήνης μεσάτοιο φαεινούσης κατὰ κέντρου, δεικήλων ξεστῶν καὶ ἐπ’ ἀνθηραῖς λιθάκεσσιν σφρηγίδων γλυφέας τεύχει, τοὺς δ’ αὖτ’ ἐπὶ χαλκῷ | ||
345 | ἢ χρυσῷ δαιδάλματ’ ἢ ἀργύρῳ ἐκτελέοντας εἰκέλια ζώοισιν ὑπὸ γλαφυρῇσι τορείαις, οἳ καὶ ἐπὶ σφετέρῃσι τέχναις μέγα κῦδος ἄροντο. εὖτ’ ἂν δ’ ὡρονομῇ Φαίνων, ζώων δ’ ἀνὰ μέσσον Ἑρμείης ἐφέπῃ, τῷ δὲ Ζεὺς μάρτυρος εἴη, | ||
6(350) | ῥητῆρας μύθων ἀγαθοὺς σοφίῃ τε μάλ’ αἰεὶ εὐπρεπέας τελέουσι καὶ ἡγητῆρας ἀρίστους παιδείης· τῶν δ’ αὖτε καὶ ἀλλοδαπῆς ἄπο πολλοὶ εἰσαΐουσι νέοι, ποτὲ δ’ αὐτῶν παῖδες ἀνάκτων, ὧν ἄπο χρήματα πολλὰ κλέος τ’ ἄσβεστον ἕλοντο. | ||
355 | ἐν δ’ ὥρῃ Στίλβων βεβαώς, δύνοντι δὲ Μήνη | ||
355b | ******* | ||
356 | ἀφνειοὺς γλυκερῷ τε μέγα βρίθοντας ἐν ὄλβῳ· δυομένοισι δὲ φωσὶ χρεῶν νωμήτορας ἄνδρας, οὓς δὲ καὶ ἀλλοτρίων κτεάνων ἰθύντορας ἔρξαν· καὶ δὲ καὶ ἐν τροπικοῖς μὲν ἑῆς πάτρης διέποντας | ||
360 | χρήματ’ ἰδὲ ξυνὸν πλοῦτον· στερεοῖσι δ’ ἐπόντες ἑζομένους, ὅθι τ’ αἰὲν ἀμείβεται ἀργύρου αἴγλη. εἰδώλοις δ’ ἐν ὑγροῖσι Κρόνον καὶ φοίνιον Ἄρην ξυνὴν ἐξανύοντας ὁδὸν Τιτὰν ὅτε λεύσσῃ, πλωτῆρας νηῶν τε κυβερνητῆρας ἀρίστους | ||
365 | τεύχει, Ζῆνα δ’ ὁρῶν, καί τ’ ἀπταίστους ἐνὶ πάτρῃ. χρυσοφαὴς δ’ Ἑρμῆς καὶ παμφαίνους’ Ἀφροδίτη ὁππότ’ ἂν ἀλλήλων οἴκοις φαίνωνται ἐπόντες ἢ καὶ ἐναλλάγδην ὁρίων μοίρῃσι βεβῶτες, μολπῇσιν γλυκερῇσι μεμηλότας ἄνδρας ἔτευξαν, | ||
370 | ἢ λιγυρῆς κιθάρης ἐπιίστορας ἠδὲ καὶ αὐλῶν. ταῦτα δ’ ἄρ’ ἐκτελέουσι, καὶ ἢν ξυνὴν ἀνύωσιν οἶμον, τοῦ μὲν ἐπόντος ὅροις, τῆς δ’ αὖτε κατ’ οἶκον. μεσσοτάτῳ δ’ εὖτ’ ἂν κέντρῳ Θοῦρός τε καὶ Ἑρμῆς ἕσπωνται κατόπισθε, παλαίστρης ἔργ’ ἐφέποντας | ||
375 | ἢ σθεναροὺς ῥοπάλοισι γεγηθότας ἐξετέλεσσαν. εὖτ’ ἂν δ’ ὡρονομῇ Κυθέρη, Φαέθων δέ τε δύνῃ, ὑψιφαὴς δὲ Κρόνος κέντρῳ φαίνηθ’ ὑπογείῳ, θεσπιστὰς θεόληπτα μεμηνότας αἰὲν ἔθηκαν. ταὐτὰ δ’ ἄρ’ ἐκτελέουσιν ὁμοῦ Κύπρις τε καὶ Ἄρης | ||
380 | κέντρῳ ὕπερθ’ ὥρης ἢ καὶ δύνοντι βεβῶτες. ἐς λίβα δερκόμενος Πυρόεις, Φαίνων δ’ ὑπόγειος, ἤν περ μὴ Φαέθοντος ὑπ’ ἀκτίνεσσιν ὁρῶνται, δηναιὸν μόχθοισιν ὑπ’ ἀλγεινοῖς μογέοντας τεύχους’, ἀχθοφόρων ζώων βίοτον τελέοντας. | ||
385 | ἐν δέ τ’ ἰσημεριναῖς χηλαῖς Στίλβων ἰδὲ Κριῷ αἰπυτάτῳ κέντρῳ βεβαὼς ὀλοῷ σὺν Ἄρηι ἐν χοάνοις χρυσόν τε καὶ ἄργυρον αἰγλήεντα | ||
τήκοντας ῥέζει καὶ ἀμοιβαίοιο χαράκτας σήματος· εἰ δέ κε τοῖσι καὶ Ἠέλιος συνέπηται, | 66 | ||
390 | ἀσσοτέρω μαλεροῖο πυρὸς τέχνας μογέουσιν, χαλκὸν μαλθάσσοντες ἰδ’ ἠερόεντα μόλυβδον, ἄκμοσί τ’ ἐξέλκοντες ἔτι ζείοντα σίδηρον. εἰ δ’ ἄρα καὶ Φαίνων τοῖσιν συμμάρτυρος εἴη, ἔνδον ἐφεζομένους παίδων ἡγήτορας ἔρδει. | ||
395 | αὐτὸν δ’ εἴ κε Κρόνον Ζεὺς ἔμπαλιν ἀθρήσειεν, ἢν καὶ ἅμ’ Ἑρμείῃ τε καὶ ἄλλοις Κύπρις ὁρῆται, ἐξ ἔργων τοίων πλοῦτον καὶ κτῆσιν ἄροντο. εἰ δ’ ἄρ’ ὑπὲρ κέντρου Μήνη Στίλβοντι συνάπτοι, ἢν μὲν ἅμ’ Ἑρμείῃ καὶ καλλίκομος Κυθέρεια | ||
6(400) | φαίνηται, καὶ Ζηνὸς ὑπ’ ἀκτίνεσσιν ὁρῷτο, ὄργανα δαιδάλλοντας ἰδ’ αἰόλα μηχανόωντας ἄλλα τε θαυματόεντ’ ἔργ’ οὐκ ἐπιεικτὰ βροτοῖσιν τεύχοντας ῥέζει, καί σφιν κλέος ἐσθλὸν ὀπηδεῖ πρήξιος ἐκ τοίης φιλίη τ’ ἀγανῶν βασιλήων. | ||
405 | τοίην δ’ ἢν συναφὴν Μήνης Φαίνων τε καὶ Ἄρης δέρκωντ’, ἐσθλοδόται δέ τ’ ἀπόστροφοι ἰνδάλλωνται, ποιμένας ἀγρονόμους τε βοτῶν ἀγέλας ἐλάοντας, ἵππων τ’ ὠκυπόδων σημάντορας, ἠὲ συφόρβους, οὓς δ’ ἄρα πενθαλέων τύμβων θῆκαν πυλαώρους. | ||
410 | ὁππότε δ’ αὖ κέντρῳ μεσάτῳ Θοῦρος μὲν ἐπείη, Φαίνων δ’ ἕσπηται, τῆμος μάλα μοχθίζοντες ἀνέρες ἐξεγένοντο, πικρὴν ὀτλεῦντες ὀϊζύν. ὁπποίην δὲ δύην βιότου κείνων λάχ’ ἕκαστος, ζώδιά τοι κρίνει, τοῖς ἀστέρες ἐμβεβάασιν· | ||
415 | ἐν μὲν τετραπόδεσς’ ἐχυρῶν δωμήτορας οἴκων λαοτόμους τ’ ἔρδουσιν ὑπὲρ νώτων φορέοντας ἄχθεα καὶ λᾶας βριαρούς, ποτὲ δ’ ἐκτελέουσιν ἔργων τεκτοσύνης στάθμης τ’ ἐπιίστορας ἄνδρας· ἐν δ’ ἄρα χερσαίοισι λιθοξόοι ἐξεγένοντο | ||
420 | ἠδέ τ’ ἀγάλματα καλὰ τέχναις τεύχοντες ἑῇσιν δαίδαλά τ’ ἐκτελέοντες ἀπὸ πριστοῦ ἐλέφαντος· ζώοις δ’ ἐν πανύγροισι λοετροχόοι, ὀχετηγοί, εἰνοδίην κόπρον τε καὶ ὄνθον δηθὰ φέροντες, κοσμῆται κήπων ἄντλοις ὕδωρ φορέοντες· | ||
425 | εἰ δὲ μεσουρανίῳ κέντρῳ Ζεὺς μάρτυρος εἴη τετραπόδων ζώων κείνων ὁδὸν ἐξανυόντων, ἠὲ Κύπρις, ἑτέροις ἔργα πρήσσουσιν ὕπερθεν αὐτοὶ ἐφεστηῶτες ἐϋκτέανοι τελέθουσιν. ταῦτα δ’ ἄρ’ ἀμφιέπουσι καὶ ἢν κλίνως’ ἀπὸ κέντρων | ||
430 | ἀστέρες, ἀλλ’ ἐν ὅροις Μήνη Φαίνοντι συνάπτοι. Τιτὰν δ’ αὖ Πυρόεις τε δεδορκότες Ἀφρογένειαν ἱστουργοὺς τεύχουσιν ἐϋννήτοισι μίτοισιν φάρεά θ’ ὑφανόωντας, ἢ αὖ ῥυπόεντα πλυνοῖσιν εἵματα καλλύνοντας, ἢ ἰσχαλέαις βελόνῃσιν | ||
435 | ῥωγαλέους πέπλους ἀσκηθέας ἐκτελέοντας. ἢν δὲ Κρόνον Στίλβων ἐσίδῃ σὺν Ζηνὶ βεβῶτα, ἀθανάτων ζακόρους σηκῶν θ’ ἁγίων ἱερῆας τεύχει, μαντοσύνας ζαθέης φαίνοντας ἀπ’ ὀμφῆς. σὺν δ’ Ἄρηι Κύπρις καὶ ἅμ’ Ἠελίῳ παρεοῦσα | ||
440 | αἰθροβάτας τεύχει, σχοίνοις τρίβον ἐξανύοντας. ἢν δὲ καὶ Ἑρμείης τοῖσιν συμμάρτυρος εἴη, | ||
ἄχθεα θαυματὰ χερσὶ καὶ ὤμοισιν φορέοντας ἱπταμένους γυίοις ἐναλίγκιον ὀρνίθεσσιν, πιλναμένους τε νέφεσσιν ἐπ’ ἠνεμόεντι πετεύρῳ. | 67 | ||
446 | ἐν δ’ ἄρα δεικήλῳ βροτοειδέϊ σὺν Πυρόεντι Ἑρμείης βεβαὼς παίδων πρηκτῆρας ἔθηκεν | ||
445 | αἰὲν ἀλωομένους ξείνης ἐπὶ πείρασι γαίης, | ||
448 | πόντον τ’ ἐξανύοντας ὑπ’ ἐμπορίαις θαμινῇσιν, ἢ παίδων φύλακας φρουρούς θ’ ἥβης ἐρατεινῆς. | ||
6(450) | ἢν δ’ αὐτοὺς Κρόνος αἰνὸς ἐπὶ ζώου πτερόεντος δέρκητ’, ἠὲ καὶ αὐτοὶ ἐνὶ πτερόεντι πέλωνται, ἰχθυβόλους τεύχους’ ἁλίων δεδαηκότας ἔργων, ὀρνίθων τε θοῶν θηρήτορας ἠὲ τιθηνούς, οὓς δὲ καὶ ὠμοβόρων θηρήτορας ἠὲ τιθηνούς, | ||
455 | δαμναμένους τιθασοῖσιν ὑπ’ ἤθεσι πρηΰνοντας. εἰ δὲ μέσον κέντρον Πυρόεις Φαίνων τ’ ἐφέποιεν, μοίραις δ’, ἅς κε θέως’ αὐτοί, ἑτέροιο τύχοιεν, μηδέ τις εὐεργῶν κείνων χῶρον καθορῴη, τέχνῃσιν μυσαραῖς λυγρὸν βίον ἐξανύουσιν· | ||
460 | ἤτοι γὰρ νέκυας μαλερῇ πνείοντας ὑπ’ ὀδμῇ γαστέρας ἀμπτύξαντες ἰδ’ ἔγκατα πάντ’ ἀφύσαντες χρίουσιν κέδρου κυαναυγέος ἔνδοθι πίσσῃ, ἢ τοίγ’ εὐχανδεῖ χαλκῷ κοίλοις τε λέβησιν πυθομένοις μέλδουσιν ἅμ’ ἰχθύσιν οὐλοὸν ἅλμην. | ||
465 | ἦμος δ’ Ἑρμείαο δόμοις καλὴ Κυθέρεια σύν τ’ αὐτῷ Στίλβοντι φαείνητ’ ἠδέ θ’ ὅροισιν ἀλλήλων βεβαῶτες ἐναλλάγδην φορέοιντο, θείῃσιν σοφίῃσι κεκασμένοι ἐξεγένοντο ἀνέρες· ἢ γὰρ μέτρα μακρῆς χθονὸς ἐξεδάησαν | ||
470 | ᾗσιν ἐπιφροσύνῃσιν, ἢ ἀρθέντες πραπίδεσσιν ἀθανάτων ἔργων φύσιος πέρι μητιόωσιν. εἰ δ’ ἄρα καὶ Φαίνων τούσδ’ ἀκτίνεσσιν ὁρῴη, μάντιες ἀστρονόμοι τ’ οἰωνοπόλοι τ’ ἐγένοντο ἐκ σπλάγχνων τε βροτοῖς θυέων τ’ ἄπο θεσπίζοντες, | ||
475 | ἢ μάγοι ἀρρήτοισι θεοὺς καλέοντες ἀοιδαῖς. εἰ δ’ Ἑρμῆς μὲν ὅροις Ζηνὸς πέλοι, ἔμπαλι δ’ Ἑρμοῦ κεῖνος, ὁδ’ ἀλλήλους φιλίαις ἀκτῖσιν ὁρῷεν, παίδων ἡγητῆρας ἀγακληεῖς τ’ ἐτέλεσσαν ῥητῆρας μύθων σοφίῃσί τε πάμπαν ἀρίστους. | ||
480 | ὣς δὲ καί, ἢν ὥρης μὲν ἔχῃ κέντρον σοφὸς Ἑρμῆς, αὐτὰρ ἐπαντέλλῃ Παφίη, τοίους ἀνέφηναν, πρὸς δ’ ἔτι καὶ πάσης τέχνης ἄρχοντας ἐν ἔργοις, ὄργανα θέσκελ’ ἑαῖς πολυμηχανίῃσι τελοῦντας. Ζηνὸς δ’ ἐν καθύγρῳ ζώῳ βροτῷ ὡρονομοῦντος | ||
485 | ἢν Φαίνων ἐφέπηται, ἁλίπλαγκτόν περ ἔθηκαν ἐμπορίῃ νηός θ’ ἡγήτορα ποντοπόροιο. εἰ δ’ Ἑρμῆν λεύσσειε Κρόνος σφετέροις ἐν ὅροισιν αὐτὸς ἐὼν ἢ ζῶον ἔχων ἑόν, ἐξετέλεσσαν γειοπόνους, ξείνοισι γεγηθότας οὐκ ἰδίοισιν | ||
490 | μούνοισιν, μισθοῦ δὲ καὶ ἄλλων κλῆρον ἔχοντας. ξυνὴν δ’ ἐξανύοντες ὁδὸν Φαίνων Κυθέρη τε καὶ Θοῦρος θείῃσιν ἐπιπνοιῇσι μογεῦντας θῆκαν καὶ μανίῃ μακάρων ἄπο φοιβάζοντας. ἀλλήλων δ’ ἐπιβάντες ὅροις Φαίνων Πυρόεις τε | ||
495 | δείκηλον κατὰ ταὐτὸν ἢ ἀντιπέρην βεβαῶτες | ||
θήκας τεκταίνοντας ἀποφθιμένοισι βροτοῖσιν ἠὲ πυραῖς μαλερῇσι νεκροὺς αἴθοντας ἔτευξαν, ἢ θρηνοῦντας ἀεὶ κεραοῖς ἐπιτύμβιον αὐλοῖς. εἰ δ’ Ἑρμῆς τούτοις ἐπιμάρτυρος ἠὲ κατ’ αὐτὸ | 68 | ||
6(500) | ζῶον ἔοι, κλῶπας, ληίστορας, ἀνδροφονῆας, ἢ ναύταις ὀλοαῖς ὑπ’ ἰωκαῖς κῆρας ἄγοντας ῥέζει, ἀτὰρ θανάτοιο τέλος τετληότας αἰνόν, πρίν τε θανεῖν κρυερῇσι δαϊζομένους ὀδύνῃσιν. ὁππότε δ’ αὖτ’ οἴκους μοιρῶν θ’ ὅρι’ ἀλλάξωσιν | ||
505 | ἀλλήλων Κύπρις τε καὶ εὐφεγγὴς θοὸς Ἑρμῆς, αὐλῶν ἢ κιθάρης ἢ ἀοιδῆς εὐρύθμοιο ἠὲ καὶ ὀρχηθμοῦ βητάρμονας ἴδριας ὄντας θήκαντ’ ἢ χλεύῃσι λάλοις μάχλοις τ’ ἐπέεσσιν τέρποντας τραγικῆς τε βαρυβρόμου ἵστορας οἴμης, | ||
510 | αἰὲν ἐπ’ εὐρυχόροισιν ἀλωομένους θυμέλῃσιν. εἰ δέ θ’ ὅροις Ἑρμοῦ Τιτάν, αὐτός θ’ ἅμ’ ἐκείνῳ Ἑρμείης φαίνηται, ἀεθλητῆρας ἔτευξεν. κἢν μὲν δὴ τούτοισι συνῇ καλὴ Κυθέρεια, κυδάλιμοι νίκῃσι πολυστεφέες τ’ ἐγένοντο. | ||
515 | εἰ δὲ Κρόνος κατέναντ’ ἐπιμάρτυρος ἢ τετράγωνος ἠὲ συνὼν φαίνηται, ἐπὶ χθόνα πᾶσαν ἀλῶνται ἀστεφέες ψαφαροί τε μάτην σταδίοισι μογεῦντες. ὡρονόμον δ’ ἀκτῖσιν ἑαῖς λεύσσουσα Κυθήρη ἐκ πυρὸς ἢ πολιοῖο τέχνας ὤπασσε σιδήρου. | ||
520 | ἢν δ’ Ἑρμῇ χῶρον καθ’ ἑὸν βεβαῶτι συνάπτῃ ἢ σύμφωνος ὁρῆται ὑπὸ Στίλβοντι Σελήνη, αἰόλα δαιδάλλοντας ἑαῖς χείρεσσιν ἔφηναν ἐκ πριστοῦ ἐλέφαντος ἢ ἐκ Λύγδοιο φαεινῆς εὐτήκτου τ’ ἀπὸ κηροῦ ἐϋξεσταῖς σανίδεσσιν | ||
525 | μορφὰς μιμηλῇσι χαρασσομένους γραφίδεσσιν. μέσσῳ δ’ ἐν κέντρῳ Θοῦρος σφετέροιο κατ’ οἴκου Ἑρμῇ ὁμοτροχάων τέχνας ὤπασσε βαναύσους. εὖτε Σεληναίη δὲ μεσουρανίου ἀπὸ κέντρου κλίνῃ, ἀτὰρ Φαίνων τε καὶ Ἄρης κέντρῳ ἐπῶσιν, | ||
530 | τῆμος ὅσοι φῦσαν, νεκυοστόλοι ἐξεγένοντο, ἢ φρουροὶ νεκύων τύμβοις ἔνι ναιετάοντες. εἰ δὲ γυναικὸς ἔῃ γενέθλη, τοῖσιν δὲ συνείη Ἀφρογενής, τεγέεσσιν ἐφήμεναι αἴσχεα δρῶσιν. ὁππότε δ’ ὡρονομῇ Στίλβων ζῶον κατὰ θῆλυ, | ||
535 | δεικήλῳ δ’ ἐνὶ θηλυτέρῳ καὶ Μήνη ἐπείη, ὡρονόμῳ δὲ Κρόνος τε καὶ Ἄρης ὁππότε κέντρῳ αἰπυτάτῳ ἐφέπωνται, ὀϊζυροὶ γεγάασιν φῶτες· Δινδυμίῃ γὰρ ἀγείροντες κατὰ δήμους καὶ πόλιας πλάζονται ὁμοῦ ῥόπτροις τε καὶ αὐλοῖς, | ||
540 | χερσὶν ἑαῖς κόψαντες ἄφνω τεκνοσπόρον αἰδῶ. Ἀλλὰ γὰρ οὔτις θνητὸς ἐὼν πάσας κε δύναιτο πρήξιας ἢ τέχνας εἰπεῖν, ὅσσας μερόπεσσιν ἀστέρες ἐν σφετέροισιν ἐμοιρήσαντο δρόμοισιν. ἑξείης δ’ ἄρ’ ἔπειτα σίνη περὶ σώματα θνητοῖς | ||
545 | ὁππός’ ἐπεκλώσαντο καὶ ὁπποίας κατ’ ἀταρπούς, ἐξερέω μάλα παῦρ’, ἐπεὶ οὔτινα φῶτ’ ἐνὶ τόσσοις ἀσκηθῆ καὶ ἄνουσον ἄχρις θανάτοιό γ’ ἐφεύροις εὖτ’ ἂν δὴ ζώῳ Πυρόεις ἐπιόντι βεβηκὼς ἀμφοτέροις σελάεσσιν ὁμοῦ βεβαῶσιν ἕπηται, | ||
6(550) | ὀφθαλμῶν σέλας ἀμφοτέρων ἤμερσε βροτοῖσιν· ἢν δὲ Σεληναίῃ μούνῃ τῆμος σέλας ἁγνὸν ληγούσῃ, ἑτέροιο φάος κανθοῖο σινώσει· ταὐτὸ δὲ καὶ δυνούσῃ ἐπερχόμενος πάθος ἔρδει. ἢν δύνοντα δ’ Ἄρην κατίδῃ Κρόνος ἠὲ καὶ Ἑρμῆς, | 69 | |
555 | ἢ μανίην ἢ νοῦσον ὀρίνουσιν βροτῷ ἱρήν. ὣς δὲ καί, ἢν Φαέθων δύνῃ, ὥρην δ’ ἐφέπωσιν Ἑρμῆς καὶ Πυρόεις, μανίην πραπίδων τελέουσιν. ναὶ μὴν καὶ Τιτῆνος ἀνερχομένου ἅμα Μήνῃ, ἐκ περάτης δύνοντες ὁμοῦ Φαίνων τε καὶ Ἄρης | ||
560 | λυσσήρεις πινυτοῦ τε νόου παραπλῆγας ἔτευξαν. εἴκελα κἢν Πυρόεντος ὁμοῦ Μήνῃ ὑπὲρ ὥρης τελλομένου ἕτερον Φαέθων δύνῃ κατὰ κέντρον. Ἑρμῆς δ’ ὡρονομῶν σύν τε Κρόνῳ ἀντιπέρηθεν δύνοντος Ζηνὸς πραπίδων νόον ἠμάλδυνεν, | ||
565 | ἄφρονά τ’ ἐξετέλεσς’ ἀποφώλια μητιόωντα. Μήνης δ’ ἐν φθινύθοντι φάει πρόδυσιν κατὰ πάντα Ἠελίου μέτα παμφεγγοῦς, ἑτέρων ἐπιόντων δυομένῳ κέντρῳ, μάλα δὴ φράζεσθαι ἄνωγα· οἱ μὲν γάρ τ’ ὀλοοὶ κῆρας καὶ δείματ’ ἄγουσιν | ||
570 | εἰδώλων τε βροτοῖς ἰνδάλματα δαίμοσιν ἶσα, καὶ ζαθέαις ὀμφῇσι κλεϊζομένους ἀνέφηναν. ὣς δὲ καί, ἢν Φαέθων Ἄρην δύνοντα διώκῃ ἐξόπιθ’ ἑσπόμενος, λύσσαν μανίας τ’ ἐπιβάλλει. ὁππότε δ’ ὡρονομῇ μὲν Ἄρης, δύνῃ δὲ Σελήνη | ||
575 | ἀμφί τε κυρτωθεῖσα φανῇ Φαίνοντος ὅροισιν, τῆμος ἄρ’ αἴσχιστοι φύντες θνητοὶ περὶ μορφὴν ὀξέα δινωτοὺς στέρνοις φορέουσιν ἔπ’ ὤμους. σὺν δὲ Κρόνῳ βαίνουσαν ἐπὴν Κυθέρειαν ἀθρήσῃ Ἄρης ἢ τετράγωνος ἢ ἀντιπέρηθε βεβηκώς, | ||
580 | μήδε’ ἀποτμήγοντες ἐφημέρου εἵνεκα φορβῆς ἀλλοτρίῃσι θύρῃσιν ἐφεστηῶτες ἀλῆται γείνονται, πενίην αἰεὶ συνοπηδὸν ἔχοντες. σὺν Παφίῃ δὲ Σεληναίην λεύσσων κλυτὸς Ἄρης ἄνδρας μὲν μάχλους καὶ ὀπιπευτῆρας ἔτευξεν, | ||
585 | θηλυτέρας δὲ λέχος μισθοῦ δήμοις παρεχούσας. ὁππότε δ’ ἀλλήλων ὁρίοις Κύπρις τε καὶ Ἄρης φαίνωνται ξυνὸν ζώων δρόμον ἐξανύοντες, ζωροπότας, κώμοισι γεγηθότας, ἔν τε μέθῃσιν ὃν βίοτον τελέοντας, ἐπ’ ἀλλοτρίαις δὲ γυναιξὶν | ||
590 | κρυπταδίαις τ’ εὐνῇσι μεμηνότας ἄνδρας ἔτευξαν εἰ δὲ Κρόνος τοῖσιν μάρτυς πέλοι, αἴσχεσιν αἰνοῖς ἀμφέβαλεν· τοῖσιν γὰρ ἅδεν κύπρις στομάτεσσιν. εὖτ’ ἂν δ’ Ἠελίῳ συνίῃ κερόεσσα Σελήνη ἀμφοτέρων μέσσοιο φαεινομένου Πυρόεντος, | ||
595 | τοῖσι δ’ ὁμοῦ βεβαῶσι Κρόνος τετράγωνος ὁρῆται, τῆμος ἐνὶ στέρνοισι χολὴ ζείουσα μέλαινα ἀνθρώποις παρέπλαγξε νόον, λύσσαν τ’ ἐπορίνει. | ||
6(600) | δύνοντες Τιτὰν δὲ καὶ ὦκα θέουσα Σελήνη | ||
600b | ****** | ||
598 | ἢ ξηρῶν νούσων θανάτου τέλος ἠὲ καθύγρων, λυσσήρεις δὲ τελοῦσι, φρενοβλαβίην δ’ ἐπάγουσιν. | ||
601 | ἢν δ’ ἐπὶ συνδέσμου Μήνη θέῃ Ἄρεος ἄντα ἢ τετραγώνου ἐόντος, ἀνιηροὶ τότε φῶτες | ||
οἴστρῳ ἐπ’ εἰδώλοις κενεοῖς νόον ἐπτοίηθεν. εἰ δὲ Σεληναίης Πυρόεις καθυπέρτερος εἴη, | 70 | ||
605 | ἢ ὅγε δὺς ὑπ’ ἐκείνῃ ἔῃ, συνοχῇσιν ἔδησεν. εὖτε δὲ καὶ Φαίνων Μήνῃ ἐπιμάρτυρος εἴη, ὑστάτιον θανάτοιο βίῃ τέλος ἐξανύουσιν. ἔξοχα δ’ αὖτε σινοῦσι βροτοὺς πληγῇσι σιδήρου ἢ νούσοις ἱερῇσιν Ἄρει Μήνη συνιοῦσα | ||
610 | τέτρασιν ἐν κέντροισι καὶ ἀντιόως’ ἐπὶ κέντροις. εἰ δέ τε καὶ Φαίνων ὀλοὴν ἀκτῖνα βάλῃσιν, ἄχθεσιν ἢ λάεσσι δόμων τ’ ὀροφῇσιν ἔθλιψεν. εἰ δέ τ’ ἀπ’ ἀκτίνων Ἄρεος φεύγουσα Σελήνη Φαίνοντι κρυόεντι συνάπτοι δερκομένοιο | ||
615 | Στίλβοντος, δειναῖς νεύρων νούσοισι χαλέπτει. ἀργαλέοις δὲ σίνεσσι βροτοὶ κάμνουσι, καὶ Ἄρης ὁππότε δύνῃσιν, Μήνης σὺν τῷ κατιούσης καὶ Κρόνου αἰπυτάτοιο γονῆς ὥρην ἐφέποντος. εἰ δέ τε Μήνην μὲν Φαίνων, Τιτῆνα δὲ Θοῦρος | ||
620 | λεύσσειεν κατέναντ’ ἢ μαρτυρέοι τετράγωνος, ὄσσοις ἀμφοτέροισι βροτῷ σίνος ἐκτελέουσιν. εὖτ’ ἂν δ’ ὥρης μὲν Πυρόεις κατόπισθεν ἕπηται, φῶτα δ’ ἄρ’ ἀλλήλοισι φαείνηται διάμετρα ἢ τετράγωνα, σίνεσσι δυσαλθήτοις μογέουσιν, | ||
625 | ὡς καὶ ἐπεσβολίῃσι θεοὺς στοβέειν ἐπὶ νούσῳ. ἀλλ’ εἰ μὲν Ζεὺς τοῖσι φίλος καὶ μάρτυρος εἴη, κινδύνων ῥύεταί τε καὶ ἐκ καμάτων ἐσάωσεν. ἀντία δὲ Ζηνὸς λεύσσων Κρόνος ἄλγεα τεύχει ἕξειν, καὶ πενίην τε σίνη τε χερείονα δῶκεν. | ||
630 | Τόσσα μὲν ἀμφὶ νόσων, ἐπὶ δ’ εἴκελα τοῖσι δύναιτ’ ἂν φράζεσθαι μάλα πολλὰ νόῳ πεπνυμένος ἀνήρ· λέξω δ’ αὖ μετέπειθ’, ὡς ἐκκτεάνων τε καὶ ὄλβου Αἶσα κακὴ κρυερὴν πενίην ἐπὶ φῶτας ἀγινεῖ. κλήρων ἐξελάουσι βροτοὺς Φαίνων Πυρόεις τε, | ||
635 | ὃς μὲν πρόσθεν ἰὼν Ὑπερίονος, ὃς δέ τ’ ὄπισθεν. ταῦτα δὲ καὶ μεσάτου ῥέζει κλίνας ἀπὸ κέντρου ἀστήρ, οὗγε δόμος κεδνὸς τόδε κέντρον ἐτύχθη. ναὶ μὴν καὶ Πυρόεις βεβαὼς ζώῳ βιότοιο ἐξόπιθ’ ὡρονόμοιο πατρώια πάντ’ ἐκέδασσεν· | ||
640 | ἔξοχα δ’ εἴ κ’ αὐτῷ συνέῃ κερόεσσα Σελήνη. τὼς δ’ ἀστὴρ παρεὼν ῥέζει σφετέροιο κατ’ οἴκου, ἐς λίβ’ ὅτ’ ἂν δυτικῷ κέντρῳ κατόπισθ’ ἐπιδύνῃ· καὶ δ’ ἄρα καὶ κλήροιο τύχης μεδέων ἀπάμερσεν ὄλβον, ὅτ’ αὐτὸς ἔοι κλήρου βαίνων προπάροιθεν. | ||
645 | πρὸς δὲ μεσουρανέοντες ὁμοῦ Φαίνων τε καὶ Ἄρης κλῆρον ἢ οὐκ ἐμέρισσαν ἢ αὖ δόντες γ’ ἀπάμερσαν· ὣς δὲ καὶ εἰ τόδε κέντρον ἀπὸ πλευρῆς τετραγώνου ἢ διάμετροι ὁρῷεν, ἄφνω ἀπενόσφισαν ὄλβον. ἐν πενίῃ δὲ μογεῦσι καὶ ὅσσοις φῶτα δύ’ ὥρην | ||
6(650) | μὴ λεύσσῃ, πάμπαν δέ τ’ ἀπόστροφον οἶμον ὁδεύῃ. εἰ δ’ ἄρα δὴ Μήνην δεκατεύως’ ἀστέρες ἄμφω Ἄρεος ἠδὲ Κρόνοιο, Διὸς δέ τ’ ἀπόστροφος ἀστὴρ εἴη, ὀϊζυροὶ καὶ ἀχρήμονες ἐξεγένοντο· ἔξοχα δ’ εἰ καὶ ζῶον ἐπαντέλλον μετόπισθεν | ||
655 | Μήνης ἐκ Ζηνὸς κενεὸν καὶ ἀμάρτυρον εἴη· δευόμενοι βιότου γὰρ ἀγείρουσιν κατὰ ἄστυ. | ||
εἰ δὲ Διὸς μὲν ὁρῷτο, μέσου Ὑπερίονος, αἴγλη, κέντρον δ’ ἀμφὶς ἔχωσι τόδε Κρόνος ἠδὲ καὶ Ἄρης, ὃς μὲν ὑπερτέλλων, Ἄρης δέ τ’ ὄπισθε διώκων, | 71 | ||
660 | ὄλβου καὶ κτεάνων οἶκον πλήθοντα κένωσαν. ἢν δὲ μεσουράνιον κέντρον κενεὸν Διὸς εἴη, οἱ δ’ ὀλοοὶ ἑκάτερθε φαείνωσιν, τότε θνητοὶ οὐ μόνον ἐν πενίης κρυερῆς κάμνουσιν ἀνίαις, ἀλλὰ καὶ ἐν δεσμοῖς θανάτου τέλος ἐξανύουσιν. | ||
665 | ἦμος δ’ ἂν Πυρόεντος ἀπορρείουσα Σελήνη ὥρῃ ἐφέσπηται, συναφῇ Φαίνοντι συνοῦσα, κέντρον δ’ αὖτε μεσουράνιον Φαέθων διέπῃσιν, τερφθέντες πλούτῳ γλυκερῷ μετόπισθε πένονται, οἱ δὲ καὶ ἐν συνοχῇσι καὶ ἐν δεσμοῖς ἐγένοντο. | ||
670 | εἰ δέ κ’ ἐναλλάξαντες ὅρους ἢ ζῶα θέωσιν ἀλλήλων Πυρόεις τε καὶ Ἑρμῆς χρυσοπέδιλος, σὺν Διὶ δ’ Ἠέλιος κέντρον κατέχων ὑπόγειον, ἐκ προτέρου βιότου κτεάνων τ’ ἄφαρ ἐξεκύλισσαν, θωάς τ’ ἀλλοτρίων τεχνέων ἄτας τ’ ἐπάγουσιν. | ||
675 | εἰ δὲ μεσουρανέοντα Κρόνον καλὴ Κυθέρεια | ||
675b | ****** | ||
676 | ἢ Φαέθων, πατρῷα βροτὸς μάλα πόλλ’ ἀπολέσσας αὖθις ἀπ’ ἀλλοτρίων κτεατίσσεται ἄρκιον ὄλβον. ἢν δ’ Ἄρης διάμετρος ἔῃ, κἢν ἄσπετος εἴη, ἐς κρυερὴν πενίην πάλιν ἵξεται, ἣν πρὶν ἔλειπεν. | ||
680 | ἢν δὲ καὶ Ἠελίῳ Μήνη συνέῃ κατὰ κέντρου ἐκ Κυθέρης ἢ Ζηνὸς ἀμάρτυρος, ἀλγινόεσσα πάγχυ πέλει γενέθλη προτέρου τητωμένη ὄλβου. Παῦρα μὲν ἐκ πολέων ἀμφὶς πενίης τάδε λυγρῆς ἤεις’· αὐτὰρ νῦν δμώων γενέθλης πέρι λέξω | ||
685 | πῶς κε διακρίνειεν ἀνὴρ τάδε θέσφατα εἰδώς. εὖτε Σεληναίης καὶ Κύπριδος ἀστέρες αἰνοὶ Φαίνων καὶ Πυρόεις ἀμφοῖν καθυπέρτεροι εἶεν, δμῶες καὶ δμώων τοκέων τοίγ’ ἐξεγένοντο. εἰ δ’ Ἀφροδίτην μὲν Φαίνων καὶ Ἄρης καθορῷεν, | ||
690 | Μήνῃ δ’ αὖ Φαέθων τε Κρόνος τ’ ἐπιμάρτυροι εἶεν, δουλοσύνην προφυγόντες ἐλεύθερον ἦμαρ ἴδοιεν. ἦμος δ’ Ἠέλιον Φαίνοντά τε πυρφόρος Ἄρης, Κύπριν δ’ αὖτε Κρόνος κρυεραῖς ἀκτῖσιν ὁρῴη, ἐκ δμώων γεγαῶτας ἑοῖς ἰσοῦσιν ἄναξιν. | ||
695 | εἰ δὲ Κρόνῳ μὲν ἰδ’ Ἠελίῳ μάρτυς πέλοι Ἄρης, Ζεὺς δὲ Σεληναίῃ τε καὶ Ἀφρογενεῖ, θεράποντος πατρὸς ὁ φὺς ἔσεται, μήτηρ δέ τ’ ἐλευθέρη αὐτῷ. ὁππότε δ’ αὖ κερόεσσα Σεληναίη ὑπόγειον ἢ δυτικὸν κέντρον διέπῃ, τετραγώνου ἐόντος | ||
6(700) | ἠὲ καταντιπέρην ὀλοοῦ Κρόνου, αὐτὰρ Ἄρηος ἀστὴρ σὺν Παφίῃ ἢ καὶ διάμετρος ὁρῷτο. ἢ τετράγωνος ἔοι, μητρὸς πέλει ἀμφιπόλοιο. ἢν δὲ Κρόνος κέντροιο λαχὼν Μήνην ἐσορῴη ἢ Τιτῆν’, ἕτερον δὲ φάος Πυρόεις καθορῆται, | ||
705 | ἀμφοτέρων δμώων τοκέων φράσσαιο γεγῶτα. καὶ δὲ καὶ ὁππότ’ ἂν ἐν κέντρῳ Μήνη μὲν ἐπείη, ἄλλῳ δ’ αὖτε Κρόνος κέντρῳ κατόπισθεν ἕποιτο, νυκτιφαὴς δὲ Σεληναίη Πυρόεντι συνάπτοι, δουλοσύνης ζυγὸν αἰὲν ἐπ’ αὐχέσιν οἷσι φέρουσιν. | ||
710 | εἰ δὲ μεσουρανέοι Φαέθων, Μήνη δέ τ’ ἀπ’ αὐτοῦ ἅρμ’ ἐλάοι, κατόπισθε δ’ ἐπαντέλλοντι συνάπτοι, ἄστρων οὐλομένων ἑτέρων μαλερῇσιν ὑπ’ αὐγαῖς δερκομένου ἑτέροιο, γονὴν δούλειον ἔτευξαν. ὁππότε δ’ ἂν κέντρων ἐρατὴ κλινθεῖσα Σελήνη | 72 | |
715 | εὐεργῶν μηδ’ ὅσσον ἔχῃ ἐπιμάρτυρον ἄστρων, οἱ δ’ ὀλοοὶ Φαίνων τε καὶ Ἄρης ἠὲ καθ’ ὥρης ἐμβεβαῶτες ὁρῶνται ἢ ὡρονόμῳ τετράγωνοι ἠὲ τρίγωνοι ἔωσιν, ἐλευθερίης τότε θνητοὶ παυσάμενοι δούλειον ὑπὸ ζυγὸν ἄφνω ἄγονται. | ||
720 | δμῶες δ’ αὖτ’ ἐγένοντο, καὶ ὁππότε φάεα δοῖα Μήνης καὶ Τιτῆνος ἀποκλίνως’ ἀπὸ κέντρου, ἢ συναφὴν τεύχως’ ὀλοεργέσιν ἀστράσιν οἵδε, μὴ Διὸς αὖ λεύσσοντος ἢ ἁβροκόμοιο Κυθήρης. εὖτ’ ἂν δ’ ὡρονόμῳ Φαίνων Κύπρις τ’ ἰσόμοιροι | ||
725 | ἐμβεβαῶτες ὁρῶνται, ἀεὶ θεράποντας ἔθηκαν οὐχ ἑνός, ἄλλοτε δ’ ἄλλῳ ὑποδρήσσοντας ἄνακτι, δηθάκι καὶ σφετέρου πιπρησκομένους ὑπὸ πατρός. εἰ δὲ καὶ Ἠέλιος τοῖσίν γ’ ἐπιμάρτυρος εἴη, καὶ δεσμοὺς ὀτλεῦσι κακῇ ὑπὸ δαίμονος ἄτῃ. | ||
730 | Ἄστρων μὲν δὴ τοῖα καὶ ὁππόσα τοῖσιν ἔοικεν σχήματα δυσγενέων δμώων τεύχει λυγρὰ φῦλα. Αὐτὰρ ἐγὼ μάλα μὲν πυκιναῖς πραπίσιν δεδάηκα | ||
732b | ****** | ||
733 | γαστέρος ἐκπροφέρωσι μογοστόκοι Εἰλείθυιαι. ἀλλ’ οὐκ ἀσφαλέως τις ἀείδοι τήνδε γ’ ἀοιδήν· | ||
735 | μαντοσύνῃ γὰρ τοίῃ ἀεὶ χόλος ἐκ βασιλήων ἕσπεται, ὅντε χρεὼ σοφὸν ἀνέρα τῇδ’ ἀλεεῖναι· τῷ δὴ τόνδε γε μῦθον ἔχων ἄρρητον ἐάσω. Αὐτὰρ νειατίην ἐλάων περὶ νύσσαν ἀοιδὴν ἤδη χἠμετέρης γενέθλης μεμνήσομαι ἄστρων, | ||
740 | ᾗχι πέλε, ζώοισί τ’ ἐν οἷς ὥρη πέλ’ ἐκείνη, τῇ μ’ ἀπὸ γαστρὸς ἔφηνε πολύλλιτος Εἰλείθυια, ὄφρα καὶ ὑστατίοισι μετ’ αἰώνεσσι δαέντες πείθωνται, τάτ’ ἐμοὶ δωρήσατο Μοῖρα δεδάσθαι ἄστρων ἰδμοσύνην τε καὶ ἱμερόεσσαν ἀοιδήν. | ||
745 | Ἠέλιος μὲν ἔην Διδύμοις, τῷ δ’ αὖθ’ ἅμα καλὴ Κύπρις καὶ Φαέθων ἐρατὸς καὶ χρύσεος Ἑρμῆς, Ὑδροχόῳ δὲ Σεληναίη Φαίνων τε καθ’ ὥρης, πουλυπόδῃ δ’ Ἄρης ἐν Καρκίνῳ, ἀμφὶ δὲ μέσσον οὐρανὸν ἐστρωφᾶτο βέλος Κένταυρος ἀνέλκων· | ||
6(750) | τὼς μὲν ἐμὴν γενέθλην Μοῖραι διετεκμήραντο. Αὐτὰρ ἐγὼ Μούσῃσι καὶ αἰθερίοισιν ἅμ’ ἄστροις εὐξάμενος λιγὺν ὕμνον ἐμὴν καταπαύσω ἀοιδήν· ἀστέρες εὐφεγγεῖς, Διὸς αἰγιόχου τε θύγατρες, | ||
ἵλατε καὶ κλέος αἰὲν ἐμῇ πορσύνετ’ ἀοιδῇ. | 73 | ||
4(t) | ΒΙΒΛΙΟΝ Δ | ||
1 | Οὐρανίων ἄστρων ἀτραπούς, πλάστιγγας Ἀνάγκης, ᾗσιν ἐφημερίων μερόπων γένος ἐκμεμέτρηται Μοιράων τε κέλευθα βροτήσια, καὶ πλάνα φέγγη ἀπλανέων τ’ αὐγὰς πυριλαμπέας ἐξονομήνω, | ||
5 | ζωιδίων τε πόλοιο περίδρομον, ὃς κατὰ γαῖαν αἰθερίην τε κέλευθον ἐν ἡμιτμῆτι πορείῃ πλαγκτὰ διχαζόμενος διέπει θεομήστορα κόσμον ἐξ ἠοῦς ἐπὶ νύκτα καὶ ἀντολίης ἐπὶ δυσμάς. ταῦτα γὰρ ἐξ ἱερῶν ἀδύτων φύσις αἰθερόπλαγκτος | ||
10 | ὀρθὰ τεκμαιρομένοισι διώρισεν ἀνδράσιν ἄστρα, οἷς πλαγκτὴ κόσμοιο βροτοκλώστειρα χορείη δόγματος ἐξ ἱεροῖο σαφῆ πρὸς ἔλεγχον ἰοῦσα, | ||
12b | ****** | ||
13 | ἐξ οὗ μὲν καὶ ἐς οἷον ἀμείβεται εἶδος ἕκαστον. Πρῶτα μὲν οὖν Τιτὰν παντὸς Κρόνος αἰθέρος ἄρχει, | ||
15 | ἀστήρ, ὃν Φαίνοντα θεοὶ μέροπές τε καλοῦσιν· οὗτος, ἐπὴν οἰκεῖα φανῇ κατὰ δώμαθ’ ἑαυτοῦ γεινομένοις θνητοῖσιν ἐπίσκοπον εἰς βίου ὥρην, εὐκτεάνους δείκνυσι καὶ ὄλβου πλείονος ἄρχειν, εὐτυχέας ζωῇ τε καὶ εἰς τέλος αἰὲν ἀμόχθους· | ||
20 | ἔστι δ’ ἐν οἰκείοισι τεταγμένα ταῦτα Κρόνοιο ζωίδι’, οἷστε φανεὶς τεύχει πολυχρήμονας ἄνδρας· Ὑδροχόος, ταμίης νεφελώδεος Οὐλύμποιο, Αἰγόκερως, γαίης τε καὶ ὕδατος ἀμφίβιος θήρ, Κριὸς ὅ τ’ οὐρανίου κορυφῆς ὅρος, εἴαρος ἀρχή, | ||
25 | καὶ Ζυγὸς αἰγλήεις πρὸς Σκορπίον αἰθερονωμῶν, τετραπόδης τε Λέων, πολυάστερος ἔμπυρος οἶκος· οὗτοι ἀεὶ τεύχουσι βροτοὺς εὐδαίμονας ἔργοις. ἢν δέ τ’ ἀνοικείοισι τόποις κλυτοτέρμονος ὥρης φυομένοις θνητοῖς μέσον οὐρανὸν αἰθερολαμπῆ, | ||
30 | ἢ κείνην ὥρην πανεπίσκοπον ἀμφιπολεύῃ, παμβλαβέας ῥέξει τε καὶ ἀκτεάνους καὶ ἀδόξους, ἐνδεέας ζωῆς καὶ ἐφημερίης βιότητος, καὶ πάσης λύμης ἐπιβήτορας οἰκτρομελάθρους τεύχει, καὶ λύπης καὶ ἀλημοσύνης μετέχοντας. | ||
35 | Ζεὺς δ’ ἐπὶ γεινομένοισιν ὅτ’ ἂν κυδόσκοπον ὥρην εἰσλεύσσῃ φαέθοντι πυρὸς θερμοῖο σελασμῷ, ἢ μέσον οὐρανίης ἀτραποῦ δρόμῳ ἠέρα τέμνῃ, ἠδὲ κατ’ οἰκείων προφανῇ δεσπόσμασι μοιρῶν, χρυσοστέπτορας ἄνδρας ἢ ἀρχιερῆας ἀϋτεῖ | ||
40 | ἔσσεσθαι, πολέων τε διιθυντῆρας ἀέθλων, ἠδὲ μεγιστᾶνάς τε καὶ ἀλλοτρίων κτεανισμῶν δεσποσύνους, οἷς τέκνα καὶ ὀλβίστη παράκοιτις εἰς ἀρετὴν νεύουσα πολὺ κλέος ἔσσεται οἴκου. ἡνίκα δ’ ἂν πυρόεις Ἄρεος πυριλαμπέος ἀστὴρ | ||
45 | ἐν καθέτῳ κόσμου μέσον οὐρανὸν ἀμφιπολεύῃ, τῆμος ὁ φὺς ἔσεται μὲν ἐν ἡγεμόνεσσιν ἄριστος, φρουρητῆρα σίδηρον ἔχων, φυλακάς τε κρατούντων πίστιν τ’ ἀλκήεσσαν· ἐπὴν δ’ εἰς τέρμα βίοιο | ||
μοιριδίου θανάτοιο μόλῃ πολυπήμονι πότμῳ, | 74 | ||
4(50) | ἢ διὰ λαιμοτόμου φάρυγος βίον αἵματι λείψει σφονδυλόεντα τράχηλον ἐς ἰνίον ἀκροτομηθείς, ἢ διὰ φαρμακτοῖο δόλου νοσερὸν τέλος ἕξει. λαμπροφαὴς δ’ ἀστὴρ ὁπότ’ ἂν δύνουσι φαανθῇ ζωιδίοις, ὃν πάντες ἐπεφράσσαντ’ Ἀφροδίτης | ||
55 | φωσφόρον, ἐν τούτῳ δὲ γονὰς μερόπων τις ἐνέγκῃ, ἔσσεται ἀλλοτρίων λεχέων πανάθεσμος ἀατήρ, ὀρφνήεις, δολοεργός, ἀνέστιος, αἰσχεόμυθος, παμψέκτωρ, ἀδίδακτος, ἀεὶ δεδιδαγμένος αἰσχροῖς· ἢν δὲ Κύπρις μερόπων ὡροσκόπα φέγγεα λεύσσῃ, | ||
60 | αἱμυλίους τεύχει τε καὶ εὐμούσους καὶ ἀμόχθους, ἔκ τε γυναικείων χαρίτων λάμποντας ἐν ὄλβοις· τούτοις θηλειῶν πιστεύεται ὅρκια κρυπτά, οὗτοι προστήσονται ἐν ὀργιάδεσσιν ἑορταῖς, ἔνθα φυγαρσενίης μυστήρια τεύχετ’ ἄπυστα· | ||
65 | ἢν δ’ ἐρατὴ μεσόωντα κατ’ οὐρανὸν ἀνδράσιν ὀφθῇ, φράζει τοι βιοτὴν βαθυχρήμονα, χιλιάδας τε ἀρχάς, καὶ δόξης ἀπλέτου κοσμήτορα κόμπον, ἐκ τοίης τιμῆς δὲ *** στίλβων δ’ Ἑρμείαο φανεὶς ἐπὶ τὴν δύσιν ἀστὴρ | ||
69b | ****** | ||
70 | γεινομένων βρεφέων ὡροσκόπον ἢ κατὰ μέσσον οὐρανόν, ἔκ τε λόγων τεύχει προκοπήν τινα θνητοῖς, καὶ καλαμογραφίης, καὶ ὅς’ εἰς μοῦσαν πεπόνηται· τούτῳ δ’ ὁππότ’ Ἄρηος ἔῃ ἰσόμοιρος ἀταρπός, ἢ διαμετρήσῃ φάεσιν φάος ἀντικέλευθον, | ||
75 | πλαστογράφους, χειρῶν μιμήτορας ἀλλοτυπώτων παμβλαβέας τεύχει τε καὶ ἀγριόεντας ἰδέσθαι. ἀμφίκερως Μήνη δ’ ὁπότ’ ἂν βιοτέρμονος ὥρης φωτὶ Σεληναίῳ κρατέῃ σκολιωπὰ περῶσα, τῇ δ’ Ἄρης ἰσόμοιρα δι’ αἰθέρος ἀκροπολεύῃ, | ||
80 | τηνίκα τοι θεόληπτος ὁ φὺς ἐν σχήματι τοίῳ γίνεται, ἔκπληκτός τε, σεληνάζων τε νόοιο, καὶ μανίης ἀνάμεστος· ἐπὴν κατὰ γῆς δὲ φέρηται, δυστυχίῃ τ’ ἐπίφοιτος ἰδ’ ἐν σινέεσσι πεπληθώς· ἢν δὲ μετ’ ἀντολίην μέσον οὐρανὸν ἀμφιθοάζῃ, | ||
85 | παμπλούτους τε τίθησι καὶ ἐντρυφέας καὶ ἐπόλβους, θηλυνόους δὲ τρόποισι καὶ εὐτρέπτους καὶ ἀπρήκτους· δύνοντος δ’ ἄστροιο Σεληναίης ὁ λοχευθεὶς ἔσσεται ἐμπορίης ἐμπείραμος, ἔργα τε πλαγκτὰ ναυκλήρου βιοτήν θ’ αἱρήσεται, ἐν ξενίῃσιν | ||
90 | τὸ πλεῖστον ζωῆς τε διευθύνων βιοτεύσει— πουλυπλανὴς γὰρ ἕλιξ Μήνης κερατώπιδος αἰεὶ λοξὰ ταλαντεύουσα—μένει δ’ ἀντλούμενος ὄλβῳ. Ἠελίου δ’ ἀκάμαντος ἐπὴν πυριμάρμαρος ἀστὴρ εἰς μέσον οὐρανίης προφανῇ πυριλαμπέος αἴθρης, | ||
95 | ἢ γονίμῃ ὥρῃ πανεπίσκοπα φέγγεα βάλλῃ, Τοξότεω κατὰ χῶρον ἰδ’ εὐστέρνοιο Λέοντος, Κριοῦ τ’ εὐκεράοιο, καὶ ἐν Διδύμοισι φαανθείς, ζωιδίοις ἰδίοισιν, ἐς ἡγεμονηίδας ἀρχὰς ἵξεσθαι καὶ σκῆπτρα βροτοῖς βασιλήια φράζει, | ||
4(100) | πλοῦτόν τ’ ὀλβήεντα δόμους τ’ εὐδαίμονας ἔρδει· ἐκτὸς δ’ οἰκείων μοιρῶν γενέθλῃσιν ἐφεστὼς | ||
τικτομένοις κτῆσιν μὲν ἄγαν πολυχρήμονα τεύχει καὶ βιοτὴν πλήθουσαν ἀλύπητόν τε δίαιταν, ἀρχὰς δ’ οὐκ ἄξει βασιληίδας οὐδὲ θρονισμούς, | 75 | ||
105 | ἡσυχίῃ δ’ ἀφανεῖς σκήπτρων δίχα τούσδε φυλάσσει,
ἀβλαβέας τ’, οἴκων τε διευθυντῆρας ἐν ὄλβῳ. Ὧδε μὲν ἀπλανέων τε πλανητάων τε κέλευθα ῥομβηδὸν περὶ κόσμον ἁματροχίῃ πεφόρηται. Ἄλλα δέ τοι λέξω πάλι σήματα θεῖα γενέθλης. | ||
110 | Ἡνίκ’ ἂν ὡράων πανεπίσκοπα φέγγεα Μήνης φυομένοις μερόπεσσιν ἀν’ οὐρανὸν αὐγάζηται, ἀστὴρ δ’ εἰς δυσμὰς Ἄρεος πυριλαμπέος ἔλθῃ, ἐνσινέας τε τίθησι βροτούς, ἀβίους, ἀμελάθρους, καὶ λιτῆς πενίης χερνήτορας, ἀκτεάνους τε· | ||
115 | πολλάκι καὶ θανάτῳ κακομήχανος ὤλεσε δεινῷ. Ἢν δέ τ’ ἀνοικείοισι τόποις ὡροσκόπον Ἄρης φέγγος ἐπιτρέψῃ γονίμην ἐπὶ γαστέρα θνητῶν, χωλόποδας τεύχει τε καὶ ἀσθενέας καὶ ἀώρους, νῶτά τε κυρτιόωντας, ἰδὲ ψευστῆρας ἀθέσμους, | ||
120 | καὶ παναγεῖς ὄλβου τε ποθήτορας ἀλλοτρίοιο.
ἢν δ’ ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦς’ Ἀφροδίτη
ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις,
ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανός τε σιδήρου,
ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνοις. | ||
125 | Ὁππότε δ’ ἂν σκοπιὴν ὡροσκόπον ὠδίνεσσιν Ἑρμείας κατάγῃ, τῷ δ’ ᾖ Κυθέρη ἐπίφοιτος, δὴ τότε ῥήτορας ἄνδρας ἰδ’ ἐν σοφίῃσιν ἀρίστους ἔσσεσθαι δείκνυσι, καὶ ἀστρολόγους θεοφήμους, ἔν τε γεωμετρίῃσι καὶ ἐν τελετῇσιν ἀρίστους, | ||
130 | ἔν τε λιθογλυφίῃσι θεῶν νηῶν τε θεμέθλοις. Ζεὺς δ’ ὑπερορμαίνων φοράδην ὑπὲρ ἀστέρα πατρὸς ἡνίκ’ ἂν ἐν καθέτῳ κόσμου μέσον ἀμφιπολεύῃ ζωιδίῳ, τῆμος δὲ γονὰς μερόπων τις ἐνέγκῃ, ἔσσεται ἐμπορικοῦ πλοίου φορτοστόλος ἴδρις, | ||
135 | ναυκλήρου τέχνας θ’ αἱρήσεται, ἐν χρέεσίν τε ἥμερον ὠνητοῖσι βιώσεται, ἐργασίην τε κοινωνὸν πολλῶν συστήσεται, ἄστατα δ’ αὐτῷ ἐν θαλάμῳ νυμφεῖα γενήσεται ἔν τε γυναιξίν. Ἑρμῆς δ’ οἰκείως ὁπότ’ ἂν κατὰ κύκλα φαανθῇ, | ||
140 | μαρτυρίη δὲ Κρόνοιο κατ’ αἰθέρα τῷδε πελάζῃ, [ῥήτορας ἐμφαίνουσι βροτοὺς σοφίῃ τε κρατίστους,] ἑρμηνεῖς τε τίθησι καὶ ἀστρολόγους τότε θνητούς, χρήματα δ’ ἐν χείρεσσι καὶ ὄλβου πρήξιας οἴσει οὐ μόνον ἀλλοτρίων κτεάνων, ἰδίων δὲ μάλιστα | ||
145 | ὀφθῆναι, γαίης τε τεμεῖν καρπὸν παρὰ νῶτα. ἢν δὲ Σεληναίης ἑλικοδρόμος ἄστατος ἀστὴρ Ἑρμείαν σύμφωνον ἔχῃ κατὰ κόσμου ἀταρπόν, καὶ μούνη Κυθέρεια συνῇ καλῷ Φαέθοντι, ῥεκτῆρας χρυσοῖο καὶ Ἰνδογενοῦς ἐλέφαντος | ||
4(150) | ἐργοπόνους δείκνυσι, καὶ ἐν πραπίδεσσιν ἀρίστους | ||
ἔσσεσθαι, θριγκῶν τε καὶ εὐτοίχων κανονισμῶν
κοσμήτας, μάλα τοι πεπονημένα τεχνάζοντας. Ἄρης δ’ αἰγλήεις ὅτ’ ἂν αὐγῶν Ἠελίοιο νέρθε φανῇ Μήνης τε, λοχευομένοισι βροτοῖσιν | 76 | ||
155 | πήρωσιν στονόεσσαν ἐν ὀφθαλμοῖσι τίθησιν
ἔσσεσθαι κενεοῖσι καὶ ἀμβλυόεσσαν ὀμίχλην. Ἑρμείας δ’ οἰκεῖα τυχὼν κατὰ δώμαθ’ ἑαυτοῦ ἰητῆρα τίθησι βροτῶν, Παιώνιον ἄνδρα, εἴσεσθαι μάλα δεινὰ καὶ εἰς πανάκειαν ἑτοῖμα, | ||
160 | ἔν τε λογιστονόμοισιν ἀεὶ πολυπρήκτορας ἔργοις.
Ζεὺς δ’ ὅτ’ ἂν Ἑρμείᾳ προσμάρτυρα φέγγεα βάλλῃ,
πουλυπλανεῖς ξενίης φαίνει μερόπεσσι κελεύθους
ἵξεσθαι, καὶ λέκτρα γυναικῶν ἥσσονα πολλῷ
θηρήσειν παρὰ κῦδος ἀνάξια θηλυμανοῦντας. | ||
165 | Ταῦτα μὲν ὡράων σκεπτήρια· νῦν δέ με χρειὼ
ἀκτινηβολίας ὁρίων τ’ αἰθωπὰ κέλευθα
δωδεκατημορίων τ’ ἄστρων κυκλόεσσαν ἐνισπεῖν
Ζωδιακήν, ἐξ ὧν γενεαὶ τέχναι τε βροτοῖσιν
κλωστὴν ἐπληροῦσι βίου θνητοῖο πορείην. | ||
170 | Πρῶτα μὲν οὖν Στίλβων, φανερὸς θεός, ἡνίκα καὶ Ζεὺς εἰς ἀκτῖνα βλέπῃ Ἄρεος φαέθοντι σελασμῷ, ἠὲ κατ’ οἰκείων ὁρίων πυριλαμπέος ὀφθῇ Ἄρεος, ἀθλητῆρας ἀελλόποδάς τε προφαίνει στερροτάτους τ’ ἔσσεσθαι, ἰδ’ ἐν νίκαις ἱερῇσιν | ||
175 | στέμματα μυριόδοξα, καὶ εὐδοκιμοῦντας ἐν ἄθλοις | ||
175b | ****** | ||
176 | ἄμφω δ’ ἢν τούτοισι Κρόνου προσμάρτυρος ἀστὴρ εἰν ἰδίοις ὁρίοις φαινώπιδα τάξιν ἐπίσχῃ, ἀστεφάνους τεύχει μέν, ἀλειπτῆρας δὲ κρατίστους παιδότριβας δείκνυσι διδασκαλίης τε παρέδρους. | ||
180 | ἢν δὲ καὶ ἀφρογενοῦς Κύπριδος θοὸν ἀστέρα βάλλῃ ἀκτὶς Ἑρμάωνος, ἐναλλάγδην τε γένωνται εἰς ἰδίων ὁρίων ἄμφω τρίβον αἰθερόπλαγκτον, κωμῳδοὺς λυρικῶν τε μελῶν μελπήτορας ἄνδρας δείκνυσιν, μαχλικῶν τε λόγων θρασυγλωσσέας ᾠδούς, | ||
185 | ναβλιστοκτυπέας τε χοροῖς, κιθάρης τε μελουργούς, ὀρχηθμῶν ἴδριάς τε, καὶ ἐν θυμέλαις προφέροντας. ἡνίκα δ’ ἂν Κρονικοῦ σέλας ἀστέρος Ἄρεος αἴγλην πορφυρέαις ἀκτῖσι καταντίπερ’ αἰγλοβολήσῃ, δισσά τ’ ἐν ἀλλαγμοῖσι φανῇ σελαγίσματα τῶνδε | ||
190 | ὧν ὁρίων, τεύχει θρηνήτορας ἄνδρας, ἀσέμνους, κεδροχαρεῖς, σορόεργα τέχνης κανονίσματ’ ἔχοντας, νεκροτάφους, κλαυστῆρας ἀποφθιμένων, νεκρονώμας. ἢν Πυρόεις δύνῃ Φαίνοντι συνὼν ἐπίκεντρος, Ἑρμείας δ’ ἰσόμοιρος ἐπ’ ἀμφοτέροισι φαανθῇ, | ||
195 | εἰν ὁρίοις καὶ κέντρῳ ἐπὴν ἴσχωσι Σελήνην, ἀνδροφόνους δρῶσιν, ληίστορας, ἐμπεδολώβας, κέρδεος ἐχθροτάτου θηρήτορας, οἳ βασανηδὸν στρεβλὰ κολαζόμενοι σκολοπηίδα μοῖραν ὁρῶσιν | ||
πικροτάτοις κέντροισι προσαρτηθέντες ἐν ἥλοις, | 77 | ||
4(200) | οἰωνῶν κατάδειπνα, κυνῶν θ’ ἑλκύσματα δεινά. Ζῆνα δ’ ὅτ’ ἂν φαέθοντα βάλῃ λαμπραύγετις ἀκτὶς Ἑρμείου, μίγδην τε διαλλάξωσιν ὁρισμούς, ῥητορικῆς φαίνουσι τέχνης σοφίης τε κρατίστους ζηλωτὰς σκολιῶν τε λόγων, νεότητά τε λαμπρὴν | ||
204b | ****** | ||
205 | γραμματικήν τ’ ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας. στίλβων δ’ Ἑρμάωνος ὅτ’ ἂν Κυλληνίου ἀστὴρ φωσφόρον ἀκτίνεσσι βάλῃ Κυθερηίδος αἴγλης, τάς τ’ αὐγὰς ἐπέχοντες ἐν οὐρανῷ ἀστερόεντι δωδεκατημορίων σχῶσιν βάσιν εἵλικα, θνητοὺς | ||
210 | γαιομέτρας δείκνυσι μαθηματικούς τε φανεῖσθαι, ἀστρολόγους, μαγικούς τε θύτας, ἰδὲ μάντιας ἐσθλούς, οἰωνοσκοπικούς τε, σαφεῖς θ’ ὑδρομάντιας ἔρξεν, οἷς λεκανοσκοπίη πιστεύεται ἢ νεκυϊσμός. Κυπρογενὴς δ’ ἀκτῖνας ἐς ἠέρα πυρσοβολοῦσα | ||
215 | ἄμμιγα φωτὶ Κρόνου τεύχει μεροπήια ἔργα δοῦλα θεῶν ἱερῶν τε νεωκόρα λυσσομανοῦντα, νοῦν τε σεληνάζοντα προφητάζοντά τε θνητοῖς. Ἠέλιον δ’ ἀκτῖσιν Ἄρης πυριλαμπέσι βάλλων, Μήνης ὁρμώσης μίγα Κύπριδι κοινὰ σὺν αὐτοῖς, | ||
220 | θηλυτέρους, γονίμων μηδέων ἀπαμήτορας ἄνδρας γαλλομανεῖς τ’ ἔσσεσθαι ἀγυρτῆράς τε προφαίνει, καὶ πολυπλαγκτοσύνης ἐπιβήτορας, οἰκτροκελεύθους, δυστυχέας, καμάτου τε κακοῦ διαδέκτορας αἰεί. ἢν δὲ Σεληναίην ἑλικάστερον αἰθροβολήσῃ | ||
225 | ἀκτῖσι χρυσέῃσι φιλομμειδὴς Ἀφροδίτη, ἢ κοινῶς ἐπὶ ταὐτὸ πόλου διὰ κύκλα περῶσιν δωδεκατημορίοισι, προφήτορας ἱερολήπτους ἀνέρας ἐμφαίνουσι, καὶ ἐν τελετῇσιν ἀρίστους μυστιπόλους ῥεκτῆρας ἰδ’ ὀργιόωντας ἔσεσθαι. | ||
230 | Ἄρης δ’ Ἑρμείαν διὰ λαμπάδος ἀντία βάλλων, ἢ δρόμον εἰς ἰσόμοιρον ἰὼν μετὰ τοῦδε σελασμοῦ, σωματοφρουρητῆρας ἰδ’ ἔμπαλι σωματοφόρβους, πλαστογράφους τεύχει τε καὶ ἐν ψεύσταις προφέροντας, καὶ θεολωβήτας, κακοεργέας, ἀφθιτομίσους | ||
235 | καὶ κατονειδιστῆρας ἐν ἀλλοτρίῃσι βλάβῃσιν, ψέκτας ἀνθρώπων διαβλήτορας, οἷς τὸ τεχνασθὲν εἰς ἀπάτην δολόεσσαν ἀληθείης πέλας ἥξει. ἡνίκα δ’ ἂν σὺν τοῖσι καὶ Οὐρανίδης Κρόνος ὀφθῇ ζωιδίῳ, βαίνων τε κατ’ αἰθέρα φαίνοπι ῥόμβῳ | ||
240 | ἢ κατὰ Τοξότεω βάλλῃ σελάγισμα μέλαθρον, ἠὲ κατ’ ἰχθυόεντα βορειοτάτην τε χορείην, ἔνθα τε Παρθένος ἐστὶ περὶ Πλάστιγγα Λέων τε, ἰχθυοθηρευτάς τε καὶ ἰξοβόλους δολοεργούς, τοξελκεῖς τε τίθησι, καὶ ὀρνίθων τροφοποιούς, | ||
245 | θηροδιδασκαλίης τ’ ἐπιβήτορας ἱμεροέσσης, οἷς ἀγρίη γενεὴ τιθασῷ πρηΰνετ’ ἀγωγῇ, κτηνῶν δ’ ἀγρονόμων σημάντορας ἐμβασικοίτους· τούτων οὐκ ἀτυχὴς μὲν ἔφυ βίος, ἀλλ’ ἐπίμοχθος. αἰπυπλανὴς δὲ Κρόνος Μήνης ἀκτῖσι πελάζων | ||
4(250) | δωδεκατημορίοισιν ἐν ἀλλαγμοῖσιν ἑαυτῶν ἀχθοφόρους ὑδρέας τε καθαρτῆράς τε κελεύθων | ||
ἀμφοδικῶν, οἰκτρούς τ’ ἀμαρησκαπτῆρας ἔσεσθαι ἀγγέλλει, λουτρῶν τε καθαρτῆρας βαλανείων, ἔν τε παραγχυσίῃσι μέλη μωλυτὰ καθέψει | 78 | ||
255 | καὶ πτηνοῖσιν ἄβρωτα καὶ ἀρνοφάγοισι λύκοισιν· πρὸς δ’ ἔτι φύσονται τούτοις καρποσπόροι ἄνδρες, ληνῶν ἀντλητῆρες, ἐν ὕδατι γηράσκοντες, ἀρδευταὶ φορβῆς, λαχανηφόροι, ἠδ’ ἐπίμοχθοι ὀνθολόγοι, γαίης τε μεταλλευταὶ καὶ ὑπουργοὶ | ||
260 | δυσπονίης, οἷς λᾶες ἀπ’ οὔρεος ἀκροτομοῦνται, χαλκὸς κασσίτερός τε κελαινόχροός τε σίδηρος, πάντα θ’ ἅτ’ ἐκ γαίης μερόπων ἐπίνοια ματεύει. ἢν δ’ ἀκτὶς Κρονικὴ κορυφὴν ἐπ’ Ἀρήιον ἔλθῃ, φεγγοβολῶν ὀπτῆρα κακὸς κακόν, αἰγλάζοντες | ||
265 | ἔν θ’ ὁρίοις ἰδίοισι δυωδεκατημορίοις τε συμμίγδην ἐπιβῶσι τριγωνίζοντι σελασμῷ, γαστροτόμους, νεκρῶν τε ταριχευτῆρας ἀπηνεῖς ἔσσεσθαι φαίνουσι, κακεμπορίης τε ματευτάς, καὶ μυσαροὺς σηπτοῖσι τεχνάσμασι σηπεύοντας | ||
269b | ****** | ||
270 | ἔνθα δυσοσμίη τε καὶ οἰκτρότατ’ ἔργα τελεῖται. Ἠέλιος δ’ ἀκάμας ὅτ’ ἂν ἀθρῇ τὸν πυρόεντα ἀστέρ’ Ἐνυαλίοιο, θοαῖς ἀκτῖσι βολαυγῶν, ζωιδίων τετράγωνον ἀν’ οὐρανόεσσαν ἀταρπὸν ἀμφίκερω Ταύροιο καὶ ἀσθματικοῖο Λέοντος | ||
275 | Κριοῦ τ’ εἰαρόεντος ἐπ’ ὠδίνεσσι βροτείαις, ἰσχυρῶν ἔργων τεύχει πονοπαίκτορας ἄνδρας, ὀχλοχαρεῖς, φιλόμοχθα θεατρομανοῦντας, ἴχνεσσιν αἰθροβάτας, πηκτοῖσι πεταυριστῆρας ἐν ἔργοις, αἰθέρι καὶ γαίῃ μεμετρημένα ἔργα τελοῦντας, | ||
280 | μιμοβίους, χλεύης τ’ ἐπιβήτορας, ὑβριγέλωτας, ἐν ξείνῃ γήρως ἐπιβήτορας, ὀθνιοτύμβους, ὄρνεα γῆς, πόλιος πάσης ἀπόλιστα γένεθλα, μωρόφρονας, λιτούς, ἀσχήμονας, αἰσχρογέλωτας, κρατοπλαγεῖς, ἀχίτωνας, ἀεὶ κορυφῇσι φαλακρούς, | ||
285 | ὧν ὁ βίος χλεύῃ τέχνην ἀπεμάξαθ’ ἑτοίμην. ἢν δὲ σὺν Ἠελίῳ τε καὶ Ἄρεϊ καὶ Κύπρις ὀφθῇ, σχοινοβάτας τεύχει, καλοβάμονας, ὑψόθεν εἰς γῆν γειτονίῃ θανάτοιο καταρριπτοῦντας ἑαυτούς, ὧν ὁ πόρος μόρος ἐστίν, ἐπὴν εἰς σφάλματα νεύσῃ. | ||
290 | τούτοις δ’ ἄμμιγα πᾶσι Κρόνου συναλώμενος ἀστὴρ τειχοδόμους τε τίθησι, καὶ εὐτόλμους κεραμουργοὺς πηλαίης πλίνθου τε καὶ εὐτοίχων κανονισμῶν θριγκῶν τ’ εὐθυντῆρας, ἀεὶ καμάτοισι συνήθεις. ἢν δ’ ἰσόμοιρα κέλευθα Κυθηριὰς Ἄρεϊ βαίνῃ, | ||
295 | ἠὲ τρίγωνος ἐοῦσα κατ’ ἔμβασιν ἢ τετράγωνος, ἢ διαμετρήσῃ φάος ἄπλετον ἀστέρι κείνῳ, ἄμφω δ’ αὖτε τὸν αὐτὸν ἅμα θρώσκωσι τυχόντες δωδεκατημορίων ἑλικὸν δρόμον αἰθροδόνητον, τηνίκα τοὺς τεχθέντας ἀναγγέλλουσιν ἔσεσθαι | ||
4(300) | ζωροπότας οἴνου, μεθυχάρμονας, εἰλαπινουργούς, δαιτυμόνας, θιάσοισιν ἀεικώμους, ἀκολάστους, ἤματα νύκτας ἄγοντας ὕπνῳ μετακοσμηθέντα· πρὸς τούτοις δ’ ἔτι πουλὺ κακώτερα βλαστήσουσιν, πλαστοκόμαι, νομίμων λεχέων κλεπτῆρες ἄθεσμοι, | ||
305 | μοιχευταὶ μυρόεντες ἀεί, νεομορφοτύπωτοι, μάστροπά τ’ ἔργα τελοῦντες, ἀεὶ κακίῃσι γυναικῶν σύμβουλοι, δόλιοι, κακομήτορες, αἰσχροδιδάκται, ἴδμονες, ὧν ἄλοχοι θαλάμους πωλοῦσι συνεύνων. ὁππότε δ’ ἂν τούτοισι Κρόνου βλαβεραυγέος ἀστὴρ | 79 | |
310 | συννεύῃ κατὰ χῶρον ἀνοικείοισι κελεύθοις, παμπαθέας, στομάτεσσιν ὀπυιομένους, γονοπώτας, μήδεα μασθὸν ἔχοντας, ἀναστροφίῃ τ’ ἐφυβρίστους ἐκφαίνει φύσεσθαι, ἑταιροτρόφους τε γόητας, πορνοσύνης ἀκρατοῦς σημάντορας, αἰσχεοκερδεῖς, | ||
315 | ἔχθιστον, μυσαρόν, μεμαχλευμένον ἦτορ ἔχοντας, παμψέκτους, ἀπόφωλα βίου μυσαρωπὰ γένεθλα. φαινούσαις δ’ ἀκτῖσιν ὅτ’ ἂν Κρόνος εἰς Ἀφροδίτην λαμπάζῃ, σελάεσσι φλογὸς βαρυβάμονος ὁλκῷ, Ἄρης δ’ αἰθαλόεις παρέῃ σὺν τοῖσι διωγμοῖς, | ||
320 | βυρσοτόμους τεύχει, δεροεργέας, ἔν τε καθέδραις σκυτείῃ τέχνῃ μεμελημένα δαιδάλλοντας, θηλυλάλους, ῥώπου τε γυναικῶν ἴδριας αἰεί, τεκτοσύνης τ’ ἄρχοντας, ἰδ’ ἐν ναυπηγέσι τέχναις καγκανέης ὕλης πελεκήτορας εὐξυλοεργούς, | ||
325 | λαοτόμους τε πέτρης σκληρώδεος, ἐγρεσιοίκους, ἠδὲ λιθοψώκτῳ καμάτῳ βίον ἰθύνοντας. τούτοις δ’ Ἑρμάων ἐπὶ τέρμονας ἡνίκ’ ἂν ἔλθῃ οἰκείως, εὔσχημον ἔχων φάος Ἄρεος ἄστρῳ, πρηκτῆρας δείκνυσι, τελωνητάς τε βιαίους | ||
330 | φύσεσθαι, δεινούς τε χρεάρπαγας ἐργολάβους τε, ἔνθεν ἐπήρειαί τε καὶ ἐκδύσιες τελέθουσιν, ψευδοκατηγορίαι τε κατηγορίης τε τεχνασμοί. μαρμαρυγὴν δ’ ἀκτῖνος ὅτ’ ἂν σελαηφόρος Ἑρμῆς ἀμφὶ Σεληναίης σκολιὸν λαβύρινθον ὀρίνῃ, | ||
335 | ἠὲ πέλῃ κατὰ ταὐτὸν ἐπ’ αὐταῖς λαμπάσι Μήνης δωδεκατημορίων, ἀντώπια φέγγεα κόσμου, ἀγραυλοὺς δείκνυσι κυνηγητῆρας ἔσεσθαι ἄρκυσι καὶ σταλίκεσσιν ἐϋσταθέεσσι μέλοντας, αἰθροτόκου τε γονῆς ἐπιβήτορας ἰξευτῆρας, | ||
340 | ἐνδεέας τε τίθησι τροφῆς κάμνοντας ἐπ’ ἔργοις· ἢν δὲ καὶ οἰκείων ὁρίων ψαύσωσιν ἅμ’ ἄμφω, ὑλογράφους ἄνδρας, κηραγγέας, ὁλκαδοχρίστας, ζωοτύπους, μακάρων ἀποπλάστορας, εἰκονομόρφους θήσονται, μεθόδῳ τε λινοστολίης προφέροντας, | ||
345 | πευκῆέν τε λίπασμα συνασκοῦντας σὺν ἐλαίῳ,
μόχθον πισσήεντα πονήσοντας παλάμῃσιν. Ἀκτὶς δ’ αἰγλήεσσα Σεληναίης Ἀφροδίτην φωτὶ νέῳ βάλλουσα καὶ Ἄρεϊ μαρτυρέουσα, ἀλλοτρίων θαλάμων φαίνει ληίστορας ἄνδρας | ||
4(350) | ἔσσεσθαι, μοιχευτὰ λέχη μελάθροισιν ἔχοντας· θῆλυ δ’ ἐὸν τὸ πεφυκὸς ἐν ἤματι τοῦδε σελασμοῦ πάγκοινον κέρδος θηρήσεται ἀνδράσι μιχθέν, ἔκ τε χαμαιτυπίης ἕξει βίον εὔπορον αἰεί. Ἑρμείου δ’ ἀκτῖνες ἐπὴν Κρόνον ἀκροβολῶσιν, | ||
355 | Ἄρεά τ’ ἐγρεκύδοιμον ἐπὴν ἐφορῶς’ ἐπὶ τούτῳ, ὃς δὲ Διωναίης Κύπριδος θοὸν ἀστέρα βάλλῃ, τηνίκα δὴ πόρνας τεύχει παντοῖα μιγείσας, | ||
καὶ μαχλάδας, τριβάδας τ’ ἀνδρόστροφα ἔργα τελούσας. ἢν δ’ ἰσόμοιρα φανῇ Κυθερηιὰς Ἑρμάωνι, | 80 | ||
360 | ἄνδρεσσι ξείνοισι καὶ ἀλλοδαποῖσι μιγεῖσαι δεσποτίδες μεγάλων τε βίων μελάθρων τε φανοῦνται. τὸν συνετὸν κατιδὼν διὰ τετράδος ὄβριμος Ἄρης οὐκ ἀγαθὸν τελέσει, βλαβερὸν δ’ ἐπὶ πᾶσιν ὀρίνει, σκυλμοὺς ὑπνοφανεῖς, φαντάσματά τ’ ἠδ’ ἐπαγωγάς· | ||
365 | καὶ διεγείρονται νεκύων θάμβησιν ἔχοντες. Αἰθαλόεις δ’ ἀστὴρ Ἄρεως ἀκτῖσι Σελήνην φεγγοβολῶν ἰσόμοιρα κατ’ Οὐλύμποιο κέλευθα ἀκροτάτοις κέντροισι, πρὸς ἐκθεσίην ἀτίθηνον θηλυτόκων βρεφέων τε καὶ ἀρσενικῶν βίον ἕλκει· | ||
370 | οὐ μὴν εἰς θάνατόν γε πορεύσεται ἔκθεσις ἥδε, ἀρνυμέναις δὲ γυναιξὶ τροφοῖς θ’ ὑποβάλλετ’ ὀθνείαις· κἢν μὲν ἐπισκοπέῃ γενέθλην Κρόνος, εἰς ζυγὸν ἥξει λατρείης πονόεντα· Διὸς δ’ ἐπιδερκομένοιο, ἦμαρ ἐλευθερίης ἕξει ποιητὸς ὀθνείων, | ||
375 | συληθεὶς γονέων, οὐ γνήσιος ἐν μεγάροισιν, σὺν δὲ διωνυμίῃ τε καὶ ἐν διπολήιδι φήμῃ ζήσεται ἀλλοτρίων γονέων, οὐχ ὧνπερ ἔβλαστεν, χρήμασι καὶ στοργαῖς καὶ παιδοσύνῃσιν ὀθνείων. αὐτὰρ ἐπήν γε Κρόνος Μήνῃ ἰσόμοιρος ὑπάρχῃ, | ||
380 | ἢ διάμετρα φανῇ πλαγκτῷ κόσμοιο πορείῃ, πάμπαν ἐς ἐκθεσίην βρεφέων γένος ἔσσυτ’ ἐκείνων, ὧν γένεσις πρὸς μητρὸς ἐλέγχεται ἀνδράσι δούλη, ἐκ γενέτου δὲ πέφυκεν ἐλεύθερα δεσποσυνάων. ἢν δὲ Κύπρις τούτοις προσμαρτυρέουσα γένηται, | ||
385 | ἥσσονες ἐκ πατέρων μητρὸς θαλέθουσι λοχείαις. ἦμος δ’ Ἑρμείας Ζηνὸς φαέεσς’ ἰσόμοιρον ὁρμήσῃ, τῆμος μὲν ὁ φυόμενος θηητῶν σεμνοτάτων γονέων ὀφθήσεται, οὗ πατρὶ μήτηρ παρθένος εἰς θαλάμους ζευχθήσεται ἀνδρὸς ἄπειρος, | ||
389b | —————— | ||
390 | ἔσσεται ἐν γενέθλῃσι φάος σπανάδελφον ἐσαθρῶν.
σχῆμα δ’ Ἄρευς ἐπὶ τοῖσιν ὅτ’ ἂν πυριμάρμαρος ἀστὴρ
Κύπριδι συννεύσῃ, ἔτι καὶ Κρόνου εἰσορόωντος,
ἢ μετὰ χηρείην μήτηρ πατρὶ τοῦδε συνήξει,
ἢ διὰ μοιχοσύνην δολοεργέα νυμφευθεῖσα. | ||
395 | Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο, ναυσιβάτας φαίνει καὶ ἐν ὕδασι νήκτορας ἄνδρας ἔσσεσθαι, σκαφέων τε κυβερνητῆρας ἀΰπνους, πρωτάρχας τε νεῶν, οἳ πολλάκι ναυφθορίῃσιν | ||
4(400) | χείματος ὀρνυμένου βίοτον λείψουσι δι’ ἅλμης,
νηχόμενοι Μοίραις βαιὸν χρόνον ἐν πελάγεσσιν. Παμφαίνων δ’ ἀστὴρ ὁπότ’ ἂν πολιοῖο Κρόνοιο Ἠελίου σελάεσσιν ἀν’ οὐρανὸν ᾖ ἰσόμοιρος, τηνίκα φυομένων βρεφέων γεννήτορα πρῶτον | ||
405 | μητέρος εἰς Ἀΐδην πέμψει νεκυοστόλος Αἶσα, κτήματά τ’ ἐξολέσει πατρώια καὶ πολὺν ὄλβον· καὶ δὲ κασιγνήτων θανάτους ὁρόωσι προόντων, | ||
πλοῦτον δ’ ἐκ θανάτων πολλῶν μέγαν αὐξήσουσιν. ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ | 81 | ||
410 | φωτὶ Κρόνου, μάρτυς δ’ ἐπὶ σήματι τῷδε γένηται καὶ Πυρόεις, μήτηρ προτέρη πατρὸς ἵξετ’ ἐς Ἅδην, ἠὲ μογοστοκίῃ δεδαϊγμένη, ἢ διὰ νούσου ἀμβλωσμοῦ θ’, ἃ γυναιξὶ φύσις κρύφιμ’ ἄλγε’ ἔδωκεν. Ζεὺς δ’ ὅτ’ ἂν Ἑρμείαν τε καὶ ἱμερτὴν Ἀφροδίτην | ||
415 | ἀκτῖσιν φαέθουσι βάλῃ λαμπραυγέσι κόσμου,
αὐτοκασιγνήτας ῥέζει κείνοισι βροτοῖσιν
νύμφας συγγενικάς τε, λοχεύονται δ’ ἀπὸ τούτων
ἄνδρες παιδείης ἡγήτορες, ἔν τε καθέδραις
γραμματικαῖς δήμοιο βίον διαποιμαίνοντες. | ||
420 | Ἠέλιος δ’ ἀκάμας ὁπότ’ ἂν Κύπριν Ἄρεϊ κοινῶς ἀκτινηβολίῃσι πυριβλήτοισι καταθρῇ, γνάπτορας εὐσήμων πέπλων, καὶ τεύκτορας αὐτῶν ἱστοπόνους ἔσσεσθαι, ἰδὲ σμητῆρας ἀρίστους πρηκτῆράς τ’ ἀγεληδὸν ἀλωομένους διὰ παντός. | ||
425 | Ἑρμάων δ’ ὁπότ’ ἂν Δία καὶ Κρόνον ἀγκυλομήτην ἀκτῖσι, στίλβουσι φλογὸς λαμπτῆρσι, πελάζῃ, νηοπόλους ἱερῆας, ἰδὲ ζακόρους θεολήπτους, γραμματέας, τεμενῶν τε προφήτορας ἄνδρας ἀϋτεῖ μυστιπόλους, ἱερῶν τε προϊσταμένους στεφανηδὸν | ||
430 | ἔσσεσθαι σηκῶν τε νεωκορίῃσι μέλοντας. ὁππότε δ’ ἂν Κυθέρειαν ἐν ἀκτίνεσσι βολαυγῇ, Ἄρεά τ’ αὖ πυρόεντα βραδὺς Κρόνος, οἱ τότε φύντες γειοπόνοι ζήσουσι φυτοσπορίας ἀγαπῶντες ὀθνείης χώρης τε καὶ οἰκείης διὰ παντός· | ||
435 | λήψονται δὲ λέχη δίχα γράμματος, οὐχὶ νόμοισιν, ἐκ μετεωροσύνης δὲ συναντήσαντες ὁμεύνοις. Κύπριν δ’ ἀφρογένειαν ἑλιξοπόρον τε Σελήνην πυρσοβόλοις ἀκτῖσι βαλὼν τευχεσφόρος Ἄρης μηχανικοὺς τεύχει τε καὶ ὀργανοπήκτορας ἄνδρας, | ||
440 | τεκτοσύνης τ’ ἄρχοντας, ἰδ’ αὐτοδίδακτα τέχνῃσιν θαύματα δαιδάλλοντας, ἐν ἀλκήεντί τε θυμῷ ἐργοπόνους παλάμῃσι καὶ ἁδροτάτους καὶ ἀρίστους ἀχθοφόρους, καμάτων τε πόνους εἰς τέρψιν ἄγοντας. τούτοις δ’ Ἑρμείας φαύλοις ἐν σχήμασιν ὀφθεὶς | ||
445 | μυθολόγους τεύχει τε καὶ αἰσχεορήμονας ἄνδρας,
μωρολόγους, χλεύης θ’ ἡγήτορας, ὑβριγέλωτας,
ἔν τ’ ἀρεταλογίῃ μυθεύματα ποικίλ’ ἔχοντας,
ψηφάων παίκτας τε καὶ ἐξ ὄχλοιο πορισμῶν
βομβηδὸν ζώοντας, ἀλήμονας ἧς χθονὸς αἰεί. | ||
4(450) | Ἢν δὲ Κύπρις Μήνη τε σὺν Ἠελίῳ τε καὶ Ἑρμῇ μάρτυρες ἀλλήλων μέσον οὐρανὸν ἀμφιπολῶσιν, ἠδ’ ἐν ζωιδίοισι διμορφώτοισι πέλωνται, Ἰχθύσιν ἢ Διδύμοισι συνωρίζουσι κατ’ αἴθρην, Τοξότεω κατὰ κύκλον ἢ ἐς σταχυηφόρον ἁγνὴν | ||
455 | Παρθενικήν, τῆμος διδυμάτοκα φύσεται ἀνδρῶν σώματα καὶ τριδύμων παίδων θαυμαστὰ γένεθλα· κἢν μὲν Ζηνὶ Κύπρις κατὰ φῶς ἰσόμοιρον ἐνεχθῇ, ἄρσενες ἔσσονται δισσοὶ γένει, ἄμμιγα δ’ αὐτοῖς κούρη ἀπ’ ὠδίνων τεχθήσεται ἐσχατόωσα· | ||
460 | Οὐρανίδου δὲ Κρόνοιο θεωροσύνην ἐπέχοντος, θηλυγενὴς διδύμων ἔσται τόκος ἄρσενος ἐκτός· ἐν κακοδαιμοσύνῃ δ’ Ἄρεος κατεναντία Μήνης μαρμαρυγὰς φαίνοντος, ὁ τικτόμενος τότε θνητῶν σῶμα περισσομελὴς τεχθήσεται, ἔκμετρα γυῖα | 82 | |
465 | πὰρ φύσιν ἡμερίην δεικνὺς μερόπεσσιν ἀθρῆσαι. Ὁππότε δ’ εἰν ἀγαθοῖσι τόποις στείχωσι κατ’ αἴθρην Ἄρης πυρσοτόκος θ’ εἱλιξόπορός τε Σελήνη, τεύχουσιν σοβαροὺς πολυίστορας ἄνδρας ὑπουργούς, ἡγεμόνων φιλίῃσι γεγηθότας, ἀμφὶ δὲ μισθῷ | ||
470 | πουλυπλανεῖς ξενίῃσιν ἀρήια λήματ’ ἔχοντας, καὶ πάσης στρατιῆς ἐπιβήτορας ἐν προκοπῇσιν. ἢν δὲ Κρόνου βλαβεραυγὲς ἐς Ἄρεα φέγγος ἀθρήσῃ, δισσὰ δ’ ἐναντιόωντα φανῇ σελαγίσματα τῶνδε, τῆμος ὅσοις γενεὴ μεροπήιος ἄρχεται ἀνδρῶν, | ||
475 | ἐν κακοδαιμοσύνῃ καματώδεϊ πᾶσα βιώσει, νουσομελεῖς τεύχουσα βροτούς, ὀδύνῃσι συνήθεις, κινδύνων βλαβερῶν τε δυσεκφεύκτων τε παρέδρους. Μήνη δ’ ἀμφίκερως σκολιόδρομος ἡνίκ’ ἂν ὀφθῇ Ἄρεος εἰς τετράγωνα πόλου λοξεύματα βᾶσα, | ||
480 | ἢν δ’ ἐπὶ δυομένῳ κατὰ γῆς ἀπὸ τέρμονος αἴθρης Στίλβων ἀμφ’ αὐτοῖς ἢ καὶ διάμετρος ὁραθῇ ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας ἐκφύσει, θυρέτρων ἐπανοίκτορας ὀθνειάων, κλεπτῆρας φαύλους, νυκτοπλανέας τε λαθραίους· | ||
485 | οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις | ||
485b | † | εἰς συνοχὰς ἥξουσι σιδηρήεντά τε δεσμά, | |
486 | εἱρκτὰς δ’ οἰκήσουσι φυλασσόμενοι ἁλυσηδόν, ἔν τε βιαιοτάτῳ θανάτῳ βίον ἐκλείψουσιν, ἢ φοβεροῖς ξίφεσιν δεδαϊγμένοι ἢ πελέκεσσιν, ἢ βρόχον ἀλγινόεντα δι’ αὐχένος ἐκδήσαντες | ||
490 | πνεῦμα λυγρὸν λείψουσι πικρῆς Μοίρης ὑπ’ ἀνάγκῃ. [Κύπρις δ’ ἀφρογένεια βροτῶν ὡροσκόπα φέγγη δερκομένη, θήσει μὲν ἐν εἰλαπίναις φιλομούσους, ἡδυπότας, θιάσων κωμάστορας, ἔκ τε γυναικῶν ὀθνείων στοργῇσι κεκασμένα φίλτρα φέροντας, | ||
495 | μοιχείας τ’ ἀγαπῶντας, ἐν αἷς ὕβρις, οὐ κύπρις ἄρχει. Ζεὺς δ’ ὁπότ’ ἂν φαέθων ὡροσκόπον ὄμμα τιταίνῃ, εὐμόρφους τε τίθησι καὶ εὐτυχέας καὶ ἐπόλβους, ἔν τ’ ἀρχαῖς πλειστῇσι πάτρης τὰ βέβαια φρονοῦντας. τούτῳ δ’ εὖτ’ ἂν Ἄρης μίγδην ἰκέλῃσι πορείαις | ||
4(500) | σχηματίσῃ κατὰ κόσμον, ἰχνοβλαβέας, φθινοκώλους, νευρονόσους, ποδαγρούς, ἀχθήμονας ἄνδρας ἀϋτεῖ ἔσσεσθαι, κατὰ μικρὰ νεκρούμενα δάκτυλ’ ἔχοντας. θηλυγενεῖς δὲ γυναῖκες, ἐπὴν Κρόνος ὡρονομήσῃ, φύσονται λαμπραί, βαθυχρήμονες, ὀλβομέλαθροι, | ||
505 | ἀξιοπιστοσύνῃ μεμελημέναι, ἀλλὰ πρὸς ἄνδρας
παγκοίνως ζήσουσιν ἐπίψογα νύκτας ἄγουσαι,
ἀλλοτρίου θαλάμου κέρδει βίον ἰθύνουσαι.] Ἠέλιος δ’ ἀκάμας, πυρόεν σέλας, ἡνίκ’ ἂν ἔλθῃ ἀρσενικοῖς ζώοισι κατ’ αἰθέρος ἠερόπλαγκτον | ||
510 | ζωφορίην, θήλεια δ’ ἔχῃ νεολαμπέα Μήνην, τῆμος ὅσοι φύσονται, ἐν ἀνθρώποισι κράτιστοι ἄνδρες, ἀριστοπονῆες, ἐλεύθερα λήματ’ ἔχοντες, εὔσημοι γενεήν, ἀγαθοὶ φύσιν, ἀξιόμορφοι, δοξοφόροι, πάτρης κηδέστορες ἰθυδίκαιοι. | 83 | |
515 | ἢν δέ τ’ ἐναλλάξωσι, Σεληναίη μὲν ἐπ’ ἄρσεν, Ἠέλιος δ’ ἐπὶ θῆλυ πολυζώοισιν ἐν ἄστροις, νωχελέες τε πέλουσι, καὶ ἄπρηκτοι καὶ ἄτολμοι, πηρώσει ψυχῆς νενεφωμένα βουλεύοντες. αὐτὰρ ἐπὴν εἰς θῆλυ καταντήσωσιν ἰόντες | ||
520 | ἀμφότεροι, Μήνης τετελεσμένα τερμοδρομούσης, πουλυπλανεῖς, ξενίης ἐπιβήτορας ἄνδρας ἔσεσθαι αὐδῶσιν, χαίροντας ἀεὶ μεταβλήμασι χώρης, καὶ πόλιος σπουδαῖα πρὸς ὀθνείους φορέοντας ἤθεα, καὶ τιμῇ μεμετρημένα πράγματ’ ἔχοντας, | ||
525 | εἰς ἰδίην δὲ πάτρην ψογερὸν βίον ἰθύνοντας, οἰκείων ἔργων ἐπιλήσμονας, οὐχὶ θυραίων. ὁππότε δ’ ἀρσενικοῖς δισσοὶ μίγα φεγγοβολῶσιν ζωιδίοις κατὰ χῶρον ἀνάστερον, οἳ τότ’ ἔσονται τολμηροί, θρασύθυμα μεμηνότες, ἐχθροὶ ἑταίρων, | ||
530 | πιστοτάτης φιλίης λυμάντορες, ἀκριτόβουλοι, οὐ μίαν εἰς ἀτραπὸν βιότου νόον ἐκνεύοντες, ἄλλοτε δ’ ἀλλοίην ζωὴν εὔτρεπτον ἔχοντες, πρήξιας ἀλλάσσοντες ἀεὶ μεθόδους τε πορισμῶν, ἐκ δ’ ἐνύδρων μόχθων τε καὶ ἐκ παράλοιο διαίτης | ||
535 | δώματα ποιμαίνουσι καὶ ἐκ λιμένων τελέοντες, δημοσίων τελέων ἐμπείραμον ἦθος ἔχοντες. Μήνης δ’ Ἠελίῳ σύνοδον κατὰ κόσμον ἐχούσης ζωιδίῳ δύνοντι, βροτῶν γένος ἔσσετ’ ἀμυδρόν, ἢ καὶ λυσσαλέῃ μανίῃ δεδαμασμένον αἰεί, | ||
540 | φαρμακτόν, νοσόθυμον, ἀεὶ θανάτοιο πάρεδρον· πᾶσα βροτῶν ψυχὴ γάρ, ἐπὴν τά γε κοινὰ βίοιο μὴ φρονέῃ κατὰ θυμόν, ἀναισθήτῳ τε παλαίῃ δυσκρασίῃ, προτέθνηκε, καὶ ἢν φάος ὄμμασι λεύσσῃ· ψυχὴ γὰρ μερόπων ἀμαθὴς νεκύεσσιν ὁμοίη. | ||
545 | ἢν δὲ Σεληναίη κατέχῃ πάμμηνα κέλευθα συνδέσμου Κρονικοῖο, σεληνιόωντα φανείη φῦλα βροτῶν τάδε πάμπαν, ἰδ’ εἰδώλοισιν ὅμοια, καὶ κραδίῃ θεόληπτα, καὶ ἀκρατέοντι λογισμῷ ἔνσοφα, πάντα δ’ ἄβουλα κατ’ ἀνθρώπους προλέγοντα | ||
4(550) | φοιβητοῖς μύθοισιν ἀποφθεγκτήρια κρυπτὰ ἐσσομένων ἔργων τε βίου, ζωῆς τε κελεύθους. ἢν δὲ καὶ αἰθαλόεις ἀστὴρ σὺν τοῖσι φανείη Ἄρεος ἐν κύκλοισι θοοῦ δινήματι κόσμου, φάσμασι δαιμονίοισι συναντήσουσιν ἐκεῖνοι, | ||
555 | ψυχῇ δερκόμενοι νεκροδερκῆ, νερτερόμορφα,
ἔν τε καταγγελίῃσι θεῶν μηνύμασί τ’ αἰεὶ
ὀξύγοοι λυπρὸν βιότου τέλος ἀθρήσουσιν,
εἰδώλων στονόεντα τύπον διὰ παντὸς ὁρῶντες,
ὧν πλάστειρα θεὰ πικροῦ θαμβήματος ἄρχει. | ||
560 | Ἄρεϊ δυομένῳ μέσον οὐρανὸν ἢν Κρόνος ἔλθῃ, ἔσται μισέλλην γενέθλῃ, τιμήν τε θεοῖσιν οὐχὶ νέμων, ἄνομός τε φρεσὶν πλήθοντι λογισμῷ, | ||
ἀλλόφρων, δύσμικτος, ἀμετροεπής, ἀτράπεζος, αὐτόνομος, κακόθυμος, ἀθεσμοφάγος, δολοεργός, | 84 | ||
565 | ὀθνείων κτεάνων ἐπιθύμιος, ὃν διὰ παντὸς δῆμοι μισήσουσι δι’ ἀφροσύνην ἀλόγιστον. | ||
568 | Μήνης ἐρχομένης μέσον οὐρανὸν ἐν γενέθλῃσιν, | ||
567 | Ἑρμείας δύνων τε καὶ ὡρονομῶν Κρόνος ἄνδρας | ||
569 | εὐξοάνους παλάμῃσιν ἀγαλμοτυπεῖς, θεοπλάστας, | ||
570 | χαλκοτύποις τέχνῃσι κολοσσοπόνους παναρίστους | ||
570b | ****** | ||
571 | Ζεὺς δ’ ὑψοῦ φοράδην νέον ἀστέρα φεγγοβολήσας, ὥρην Ἠελίου βιοτοσκόπον αὐγάζοντος, ἐκφαίνει γενεῆς βασιληίδος ἄνδρας ἔσεσθαι κοινωνοὺς μετόχους τε, καὶ ἐκ σοφίης κλέος ἕξειν, | ||
575 | ῥητορικοῖς τε λόγοισι μέγ’ εὐτυχίης μετέχοντας ὄλβον καὶ βιοτὴν εὐδαίμονα καρπώσεσθαι. Ἑρμῆς δ’ εἰς ὥρην μεροποσπόρον ἡνίκ’ ἂν ἔλθῃ, δυνούσης Μήνης ὑπὸ λοίσθια τέρματα γαίης, ἀνέρες ἔσσονται βαθυχρήμονες, ἔν τε τραπέζαις | ||
580 | πιστόφρονες πόλιος ταμιεύτορες, ἔν τε τοκισμοῖς καὶ χρείαις ζήσουσι βίον πολὺν ὀλβονομοῦντες. ἢν δὲ Κύπρις κατὰ γῆς ἕλκῃ δρόμον ἀστερόεντα, καὶ Κρόνος οὐρανίην ἀτραπὸν μεσοδερκέα βαίνῃ, στείρας τοι δείξει καὶ ἀτέκμονας ἀνδράσι νύμφας | ||
585 | ἀσπορίῃ τε τόκοιο λέχη λιπόπαιδα φερούσας. Ζηνὸς δ’ αἰθροπλανὴς ἐπὶ τούτοις μάρτυρος ἀστὴρ δερχθείς, ἀλλοτρίων τέκνων ὑπόβλητα γένεθλα ἀνδράσιν ἠδὲ γυναιξὶν ὑπὸ στοργῇσι θυραίους | ||
588b | ****** | ||
589 | ἢν δ’ ἰσόμοιρος Ἄρης κατὰ σήματα τοιάδε λάμψῃ, | ||
590 | φύσονται μάχλοι, διδυμάστροφοι, ἀρσενομίκται. μεμφόμενοι φύσεως ὀρθὴν ὁδόν, ἔν τε πόλεσσιν ἀλλοτρίαις ζήσουσιν ἀλώμενοι αἰσχεόφημοι. ὁππότε δ’ ἂν γενέθλην ἐφέπῃ Κρόνος ὡρονομεύων, ἐν κακοδαιμοσύνῃ δὲ Σεληναίης φάος ὀφθῇ, | ||
595 | Ἠελίου δ’ ἀκτῖνες ἀποκλίνωσιν Ὀλύμπου,
ἐκθεσίην ἕξουσι, τραφήσονται δ’ ὑπ’ ὀθνείων. Ἡνίκα δ’ ἂν Κυθέρη ἐσαθρῇ τεκνοσπόρον ὥρην φυομένων, συνέῃ δὲ Κρόνος τ’ Ἄρης τε σὺν αὐτῷ φέγγεϊ λαμπόμενοι κακοεργέϊ, τῆμος ἔσονται | ||
4(600) | ἐξ ἀπελευθερίης βασιληίδος ἡμισύδουλοι. ἢν δ’ ἰσόμοιρα Κρόνοιο σελάσματα Κύπριδος ὀφθῇ, πανδούλους τε τίθησιν ὁμόζυγα λατρεύοντας, οἰκέτιδος γενεῆς τε πεφυκότας ἐκ γενετήρων· οὗτοι δεσποσύνων τε πικρὰς ἕξουσιν ἀνάγκας, | ||
605 | ἐξ ἑτέρων τε δόμων ἑτέροις πάλι δουλεύσουσιν, ἑπτάκι κυρείαις καὶ πεντάκι καινισθέντες, εἰς γῆρας δ’ ἥξουσιν ἀνασσόμενοι διὰ παντός. Ἠελίου δ’ ἀκτῖνες ἀνοικείως ἐπὶ τούσδε νεύουσαι δεσμούς τε κατηγορίας τε φοροῦσιν | ||
610 | ἀνδράσιν οἰκονόμοισι, καὶ ἔμπαλιν ἔκλυσιν ἄτης, κινδύνων κρυερῶν τε καὶ εἱρκτάων ἀλεγεινῶν. ταὐτὸ πάθος κείνοισι καὶ ἄρξεται, ἢ ἀπολήγῃ | ||
612b | ****** | 85 | |
613 | Ἀντιμεσουρανέων δ’ ὁπότ’ ἂν Κρόνος Ἄρεϊ λάμψῃ, θηροβόρου θανάτου φωσὶν κλωθῶα βαρεῖαν | ||
614b | ****** | ||
615 | ὧν σάρκας δαΐσονται ὀρέστεροι ἠὲ λέοντες,
ἢ σύες ἀργιόδοντες, ἢ αἱματοπώτιδες ἄρκτοι·
σχήμασι δ’ ἐν τούτοις ὁ γεγὼς καὶ πτώσιας οἴκων
ταρβείτω, καὶ σφάλματ’ ἀφ’ ὑψηλοῖο μελάθρου. Πάντα γὰρ ἀνθρώποισι πέλει κατὰ Μοῖραν ἄφυκτον· | ||
620 | ὡς μὲν ζωιδίων κύκλιος πόρος αἰθέρα τέμνει, μιγνυμένων στοιχηδὸν ἀφισταμένων τ’ εἰδώλων, οὕτω καὶ μερόπων γενεὴ καματηδὸν ἀλᾶται, ἢ βίον ἢ θάνατον διζημένη οὐρανόπλαγκτον. Ταῦτά τοι οὐρανίων ἄστρων στοιχεῖα τέτυκται, | ||
625 | οἷς ὁ πάλαι καὶ ὁ νῦν καὶ ἐπὼν χρόνος ἐκμεμέτρηται
ἐκμέτροις αἰῶσι, καὶ εἰς αἰῶνας ὀπηδεῖ. | ||
1(t) | ΒΙΒΛΙΟΝ Α [Ε] | ||
1 | Χαίροις, ὦ Πτολεμαῖε, λαχὼν βασιληίδα τιμὴν γαίης ἡμετέρης, κοσμοτρόφου Αἰγύπτοιο· ἄξιά σοι τάδε δῶρα φέρω βασιληίδος ἀρχῆς, [ἄστρων οὐρανίων τε φάσεις ἀπλανῶν τε πλάνων τε, | ||
5 | ὅσσα βροτοῖς τελέουσιν ἐπιβλέψαντες ἐν ἀρχαῖς, σπειρομένοις καὶ τικτομένοις δειλοῖσι βροτοῖσιν, Μοιρῶν ἀρρήκτοισι μίτοις θεσμοῖσί τ’ Ἀνάγκης,] νύκτας ἄϋπνος ἐὼν καὶ ἐν ἤμασι πολλὰ μογήσας, [ὅππως σοι βίβλους, ἅσπερ κάμον, ἅσπερ ἔτευξα, | ||
10 | τάς σοι ἐγὼ πέμψω καμάτων σφετέρων μέγ’ ὄνειαρ,] ὄφρα κεν, ὅσσαπερ αὐτὸς ἐπιτροχάδην Πετόσιρις εἴρηκεν, τάδε πάντα μάλ’ ἀτρεκέως καταλέξω ῥυθμοῖς ἡρωικοῖσι καὶ ἑξαμέτροις ἐπέεσσιν, ὄφρα μάθῃς, ὅτι πάντα δαήμονες ἀνέρες εἰμέν, | ||
15 | οἳ λάχομεν ναίειν ἱερὸν πέδον Αἰγύπτοιο. | ||
† | Ἠέλιον, Μήνην, Κρόνον, Ἄρεα, Ἑρμέα, Ζῆνα, | ||
† | Κύπριδά τ’ εὐπλόκαμον καλὴ λέγε Καλλιόπεια. Ἢν Κρόνος Ἠέλιός τ’ ἄμφω κατίδωσι Κυθήρην, δυσγαμίην παρέχουσι καὶ ἀστασίην ἐπὶ λέκτροις· | ||
20 | [καὶ δούλαις μίσγουσιν ἑταιρίσιν, ἠδὲ λαφύροις αἰσχίστως διδόασι κακῆς ἕνεκεν κυθερείης.] Ἄρης καὶ Παφίη κέντρων ὅτ’ ἂν ὦσιν ἄνακτες· μοιχοὺς ἁρπακτῆρας ἀεὶ ῥέζουσι γυναικῶν. Ἑρμείας δ’ ἢν τοῖσιν ἰσόρροπος ἀντήσειεν, | ||
25 | τέρπονται παίδων χαλεπῇ ἐπὶ κύπριδι κεῖνοι. Ἠέλιος κέντροισι παρὼν κερόεσσά τε Μήνη, ὃς μὲν ἐν ἀρσενικοῖσι παρών, Μήνη δέ τ’ ἐναλλάξ, γεννῶσιν βασιλῆας ὑπερθύμους τε δυνάστας. ἀμφότεροι φωστῆρες ἐν ἀρσενικοῖσιν ἐόντες | ||
30 | θηλυτέρης Κύπριδός τε καὶ ὡρονόμοιο κατιθύ,
ἀρσενικοῖς ἔργοισιν ἀναγκάζουσι γυναῖκας
τέρπεσθαι, μέγα θαῦμα· γυναιμανέες γὰρ ἐοῦσαι
ἀργαλέως γαμέουσιν ἐς ἀργαλέην φιλότητα. Κριὸν ἐποπτεύων Κρονίδης ἐπίκεντρος ὑπάρχων, | 86 | |
35 | ἢ καὶ σκόρπειον κυανόχροον οἶκον Ἄρηος,
ἐσθλὸς ἔφυ, ῥέζει δὲ καὶ ἀνέρας ἡγεμονῆας. | ||
* | Ἐσθλὸς ἔφυ Κρονίδης, ῥέζει δὲ καὶ ἡγεμονῆας,
Εἄρχοντάς τ’ ἰδίης πάντοτε πραγματίης. | ||
† | Ἑρμείας καὶ Θοῦρος ἐπὴν τετράγωνοι ἔωσιν, | ||
40 | † | πολλάκι κινδύνους περὶ σώματος εὑρίσκουσιν· | |
40 | † | ἢν δ’ ἄρα καὶ δύνωσι, κακίονες οἵδε, μάλιστα | |
† | Ζηνὸς ἄτερ, μοῖραν δ’ οὐκ ἐκφεύγουσι δυναστῶν. Ἄρης καὶ Παφίη κοινὴν ὁδὸν ἰθύνοντες, Μήνην εὖτ’ ἂν ἴδωσι, λέχος τεύχους’ ἀθέμιστον, συγγενικὰς δ’ αὐτοῖσιν ἐφαρμόζουσι γυναῖκας. | ||
45 | ἢν δὲ Κύπριν καλὴν πολιὸς Κρόνος ἀγκαλίσαιτο,
δυσγαμίην καὶ δυστοκίην ῥέζουσι γυναιξίν,
οὐδέ τι κουριδίους ἄνδρας κατέχους’ ἄχρι γήρως,
οὐδὲ τέκνοις γλυκεροῖς ἐπὶ χείλεσι μαζὸν ἔθηκαν·
στειρώδεις γὰρ ἔασιν ἀχρήιά τ’ ὠδίνουσιν. | ||
1(50) | Ἀντίον Ἠελίοιο φάσιν λύσασα Σελήνη μὴ Κρόνῳ ἀντήσειε· τίς ἂν τότε φῶς ἐσίδοιτο; δύσμορος, ὃς κακὰ πολλὰ παθὼν Ἀϊδόσδε κάτεισιν· χροιὴν μὲν φορέουσιν ἀμετροβίων ἐλεφάντων, ὄγκους δ’ ἀμφὶ δέμας κακοελκέας ἀμφιβαλοῦνται, | ||
55 | δάκτυλα σηπόμενοι λιποσαρκέα νηλέϊ λύθρῳ·
ταῦτα δ’ ἄτερ Ζηνός τε καὶ εὐπλοκάμου Κυθερείης
ἔσσεται, ὁππότ’ ἐκεῖνοι ἀπόστροφοι ὦσι Σελήνης. | ||
† | Ἑρμῆς ὡρονομῶν Μήνης μέτα καὶ Κυθερείης, | ||
† | δύνοντος Κρονίδαο, θεῶν μυστήρια δρῶσιν· | ||
60 | † | ἢ μούσης ἅπτονται ἐϋρρύθμοιο λύρης τε, | |
† | ἠὲ πάλην φιλέουσιν ἀμύμονα παγκράτιόν τε. Ἑρμῆς καὶ Κυθέρεια σὺν ἀλλήλοισιν ἐόντες ῥέζουσιν μούσης ἐπιίστορας εὔφρονας ἄνδρας, ἤν πως καὶ κερόεσσαν ὁμοῦ Μήνην ἐσίδωνται, | ||
65 | Ἑρμῆς φωσφορέουσαν, ἀτὰρ λιποφεγγέα Κύπρις. Ζεύς, Κρόνος, ἀμφότεροι κέντρων ὅτ’ ἂν ὦσιν ἄνακτες, ἀνθρώποις διδόασι τύχης πολυήρατα δῶρα, καὶ μεγάλους ῥέζουσι, καὶ ἐς βασιληίδας αὐλὰς πολλάκις ἤνεγκαν, τιμήν τε φέρουσι μεγίστην. | ||
70 | Ἑρμείας Φαέθων τε μεοουρανέοντες ἔθηκαν ἄνδρα μέγα πλούτῳ γαυρούμενον εὐτεκνίῃ τε, καὶ φιλίην παρέχουσι πρὸς ἀνέρας ἡγεμονῆας καὶ δόξῃ μεγάλῃ γαυρούμενον, αἴ κεν ἴδηαι | ||
εὐκέραον Μήνην συναφὴν τούτοις ἐπέχουσαν. | 87 | ||
75 | Πάντοτε μὲν κέντροισιν ἐπὼν κορυθαίολος Ἄρης
τὴν πρῆξιν παρέχων τοῖάπερ ἐκτελέει· | ||
76b | —————— | ||
77 | ἤτοι λαξευτὰς ἢ τέκτονας ἢ λιθοεργούς. Ἠέλιος δ’ ἢν τῷδε συνῇ, πυροεργέας ἄνδρας ῥέζει χαλκοτύπους, ἢ φυσητὰς ὑέλοιο, | ||
80 | ἢ βαφέας μογερούς, ἢ κλιβανέας σκοτοεργούς· οὗτοι γὰρ καὶ νυκτὸς ἀγρυπνητῆρες ἐόντες νύκτα μὲν ἐργάζονται, ἐν ἤματι δ’ ὑπνώουσιν. πάντοτε νυκτερινοῖσι μεσουρανέων Κρόνος αἰνὸς ῥέζει κηπουροὺς ἠδ’ ἀργαλέους ὑδραγωγούς, | ||
85 | ῥέζει δ’ ὑδροφόρους πολυπήμονας, οἵθ’ ὑπὸ γαίης
κευθμῶνας δύνουσιν ἀεικέος εἵνεκα μισθοῦ,
ἢ πανύγροισι τόποισι παρήμενοι ἐργάζονται,
μήποτε τῶν ἴδιόν τι κτώμενοι ἐκ καμάτων γε. Ἑρμείας διάμετρον ἔχων Κρόνον ἠδὲ Σελήνην | ||
91 | ἐμμανέας τεύχει τ’ ἠδὲ φρενοβλαβέας. Ἑρμείας διάμετρον ἔχων Κρόνον ἠδὲ Σελήνην, | ||
90 | κεντρωθεὶς δ’ αὐτοῖς κατ’ ἐναντίον ὡρονόμοιο, | ||
94 | καὶ φρένας ἠλλοίωσε, παρέπλαγξεν δὲ νόημα· | ||
92 | εἰ δὲ ῥοπῆς μὴ μοῖρα τύχῃ, καθέτου δ’ ἀποκλίνῃ, ἐσκότισεν μούνῳ κλεψίφρονι ῥεύματι κείνους· | ||
95 | ἔσθ’ ὅτε σωφρονέουσι, καὶ ἔσθ’ ὅτε μαργαίνουσιν. | ||
† | Πάντας ἀπ’ Ἠελίοιο φυγεῖν καλόν, ἀλλ’ οὐκ Ἄρην· | ||
† | νικᾶται γὰρ Ἄρης ὑπὸ αὐγαῖς Ἠελίοιο. | ||
97b | * | Νικᾶται δ’ Ἄρης αὐγῇσιν ὕπ’ Ἠελίοιο, | |
114 | καὶ προτέρην κακίην ἔσβεσεν Ἠέλιος. | ||
98 | Αἰδεῖται δ’ Ἄρης καθορῶν φάος Ἠελίοιο,
οὐδ’ ἔτι τὴν προτέρην ἔσχε κακοφροσύνην. | ||
1(100) | Ζεὺς ῥέζει κρατέοντας ἐλαιορόοιο παλαίστρης, Κύπρις πορφυρέοισιν ἐν εἵμασιν ἀρχιερῆας, καὶ Κρόνος εὐδόξως ἀγορανόμον ἐστεφάνωσεν· Ἄρης δ’ εὐτόλμους στρατιῆς ἡγήτορας ἄνδρας, Ἠέλιος δ’ ὕπατον, Μήνη δέ τοι ἀρχιδικαστήν, | ||
105 | Ἑρμῆς κοσμητῆρας ἑῆς ἐποίησε πόληος. Αἰγόκερῳ Κύπρις τε καὶ Ὑδροχόῳ παρεοῦσα σύν τε Κρόνῳ καὶ Ζηνὶ κακὴ κατὰ πάντα τέτυκται, ἢν συναφὴν πρώτοιο λάβῃ πολιοῖο Κρόνοιο, Ἄρεος εἰσβλέψαντος ὁμοῦ Μήνην Παφίην τε | ||
110 | σύν τε Κρόνῳ βλαβερῷ· δυστλήμονες ἀνέρες οὗτοι μαινόμενοι βαίνουσιν ἑῆς ἐπὶ λέκτρα τεκούσης· ἢν δ’ ἀκτῖνα λάβωσι πυραυγέος Ἠελίοιο, μητρυιαῖς μίσγοντ’ ἢ παλλακίσιν γενετήρων, | ||
113b | * | οὕνεκα τὴν προτέρην κακίην σβέσεν Ἠελίου ἴς. | |
115 | Μήνη θηλυτέροισιν ἐπεμβαίνουσα τόποισιν ἀντίον Ἠελίοιο, καὶ ὡρονόμοιο τυχοῦσα, ἀνέρα γεννήσει μόνον οὔνομα, πάντα δὲ θῆλυν, πάντα γυναικὸς ἔχοντα καὶ αἴσχεα καὶ φιλότητα. ἢν δὲ μεσουρανέῃ Φαίνων Ἄρης τε κραταιός, | 88 | |
120 | καὶ στάχυν ἄρσενα δεινῷ ἀποτμήξειε σιδήρῳ. ἢν δὲ Κύπρις διάμετρον ἔχοι Κρόνον ἠδὲ Σελήνην, Ἄρης δ’ ἢν τετράγωνον ἴδοι καλὴν Ἀφροδίτην, Ἑρμείας δ’ ἄρα κέντρον ἔχοι μέσον, ἠδὲ καὶ αὐτὸς | ||
123b | * | μαρτυρίην τούτῳ κρυερὸς Κρόνος ἀμφιβάλοιτο, | |
125 | εὐνούχους στείρους, οὔτ’ ἄρσενας οὔτε γυναῖκας, ἄχνοας, αἰὲν ἐόντας ἀπειρήτους φιλότητος, ἔσθ’ ὁτὲ δ’ ἑρμαφρόδιτον ὁμώνυμον ἀθανάτοισιν | ||
127b | ****** | ||
127c | * | Ἄρης δ’ ἢν τετράγωνον ἴδοι καλὴν Ἀφροδίτην, | |
124 | μαρτυρίην τούτῳ καὶ Κρόνος ἀμφιβάλοι, | ||
124b | * | εὐνούχους στείρους ὁτὲ δ’ ἑρμαφρόδιτον ἔτευξαν | |
128 | δισσάς, ἀχρήστους εἰς ἓν ἔχοντα φύσεις. Υἱὸς δ’ υἱωνός τε Κρόνου Ζεὺς ἠδὲ καὶ Ἑρμῆς | ||
130 | ἀμφότεροι βαίνοντες ὁμοῦ καὶ κέντρα λαβόντες,
τεύχουσιν ῥητῆρας ἢ ἐκ λόγου ἢ καλάμοιο,
γραπτῆρας πινυτούς, ἢ καὶ πολυκερδέας ἄνδρας,
ἐμπορίην φιλέοντας, ἀεὶ πρηκτῆρας ἐόντας. Μήνη φωσφορέουσα καὶ Ἄρεϊ συμβάλλουσα | ||
135 | ἕκτον ἔχοντι τόπον, σίνος ἀνδράσιν αὐτίκα ῥέζει·
ἀμφὶ πόδας τέμνονται ὑπ’ ἀνδροφόνοιο σιδήρου,
χωλοί, μουνόποδες, ξύλινον προσκείμενοι ἄρθρον,
λύπην αἰείμνηστον ἑὸν πόδα παπταίνοντες. Ἆρες Ἄρες, κακοεργὲ καὶ ἀνδράσι καὶ μακάρεσσιν | ||
140 | καὶ πόλεσιν καὶ νηυσὶ καὶ ἠέρι καὶ πελάγεσσιν καὶ καρποῖς γαίης τε καὶ εὐρείθροις ποταμοῖσιν· εἵνεκα σεῦ πόλιες μὲν ὑπαὶ πυρὸς ἐμπίπρανται, καὶ νῆες πελάγεσσιν ἐπιπλώουσαι ὄλοντο, καὶ ποταμοὶ ξηροῖσιν ἀνύδατοι ἐν στομάτεσσιν, | ||
145 | δένδρεά τ’ ὠλεσίκαρπα καὶ ἀνέρες αἰνογένεθλοι· οὓς μὲν γὰρ μογερῶς πυρικαέας ὤλεσας ἄνδρας, οὓς δὲ καὶ ὠμοβόροισιν ἕλωρ θήρεσσιν ἔδωκας, ἄλλον δ’ ἀκλειῶς μετέωρον ἀνεσταύρωσας, οὗ τέτατ’ ἀνδροφόνοις περὶ δούρασιν ἡλοπαγὴς χείρ· | ||
1(150) | νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν αἰγίοχος Ζεύς, οὐδ’ Ἥρη μήτηρ, ἀλλ’ οὔρεα πικρά ς’ ἔτικτεν, | ||
151b | ******* | ||
151c | —————— | ||
152 | καὶ Λύσσα στυγερὴ καὶ Χάος οὐλόμενον. Εἰ δὲ Κρόνον λείψειε Σεληναίη κατὰ μοῖραν, τεύχει ῥευματικοὺς ἠδ’ ἀσθενέας κατὰ σάρκα, | ||
155 | τεύχει δ’ ἀργαλέους ὑδρογάστορας, οἳ καὶ ἔπειτα ὀστέα χαυνωθέντες ἀφ’ ὕδατος οὐλομένοιο ἔγκυον ὠδίνουσιν ἑὸν μόρον ἐντὸς ἔχοντες. | ||
Ἄρεα δ’ ἢν λείψασα Σεληναίη φορέοιτο, | 89 | ||
158b | * | ἀνέρας ἐκτήκει κρυφίμων ἄπο πολλάκι νούσων, | |
160 | ἥπατος ἢ σπληνὸς τρυχουμένου ἠὲ νεφροῖο, ἢ κραδίην παρέτριψε νοήμονα, μητέρα βουλῆς, πνεύμονά θ’ ἑλκήεντα, κακὴν νόσον ἀνθρώποισιν, οἵπερ δὴ μογέοντες ἀποπτύουσιν ὄλεθρον βηχὸς ἀνιάτοισιν ἐλαυνόμενοι στροφάλιγξιν, | ||
165 | λεπταλέοι θυμοῖσι καὶ ἀδρανέες μελέεσσιν
πίνοντες καὶ ἔδοντες, ἀειθανὲς ἦτορ ἔχοντες. Ἄρης ἡμερινοῖσι μεσουρανέων τάδε ῥέζει· πρῶτον μὲν γονέων βίον ὤλεσε, καὶ λέχος αὐτῶν χωρίζει θανάτῳ κακῷ ἠὲ διχοστασίῃσιν· | ||
170 | αὐτοὺς δ’ ἐν πολλοῖσιν ἐγύμνασε πήμασιν αἰεί, θλίψεσιν οὐλομέναις τε καὶ ἀργαλέαις πενίῃσιν, κινδύνοις, βλαβέεσσι, δανείσμασιν, ἐνδείῃσιν· | ||
174 | πολλάκι καὶ θανάτῳ στυγεροῦ θνήσκουσι σιδήρου | ||
173 | ἄστεγοι ἠδ’ ἀγύναιοι ἄτεκνοί τ’ ἐν νεότητι. | ||
173b | ****** | ||
159 | ἀνέρας ἐκτήκει πολλάκις ἐκ κρυφίμων, | ||
159b | * | πολλάκι δ’ ὠκυμόρους στυγερῷ διόλεσσε σιδήρῳ· | |
175 | Ζεὺς δ’ ἐσιδὼν τούτων ἐσθλὸν ἔθηκε τέλος. Ἄρεα δ’ ἢν κατέχῃ, δεινὸν θεόν, αἰθέριος λίψ, πολλῶν αἴτιός ἐστιν ἐν ἀνθρώποισιν ἀνιῶν· λύπας καὶ θορύβους, ἐγκλήματα καὶ σίνος αἰνόν, | ||
178b | ἢ πάθος **** | ||
179 | ἢ πέλαγος πλώουσιν, ἑὴν πάτρην προλιπόντες. | ||
180 | Ἑρμείας, Παφίη, πολιὸς Κρόνος ἢν μὲν ἔχωσιν τὴν πρῆξιν, ῥέζουσιν ἀμύμονας ἰητῆρας, | ||
184 | ἤπια φάρμακ’ ἔχοντας, ἀνώδυνα φαρμάσσοντας· | ||
182 | εἰ δὲ Ζεὺς ἐσίδοι, πολυόλβους εὐτυχέας τε,
πλούτῳ τιμήεντας, ἀγακλέας ἀνθρώποισιν. | ||
185 | Ὅσσαι δ’ ἄν κεν ἔχωσιν ὑπὲκ συνόδοιο φυγοῦσαν Μήνην, φωσφορέουσαν ἔτ’ ἔμπεδον, ὀρνυμένην τε, Ἄρεϊ συμβάλλουσαν ἀνηλέϊ καὶ Κρόνῳ αἰνῷ, ἔμβρυα μὲν φθείρουσι μινυνθάδι’ οἷσι χρόνοισιν, μηδὲ βροτῶν μορφὴν ἐγγάστριον αὐξήσαντα, | ||
190 | σαρξὶ δὲ θηρείῃσι πανείκελα ῥοιζήσασαι ὠμοτόκοις ὠδῖσιν ἐς ἠελίου φέρον αὐγάς· αὐταὶ δ’ ἀμφὶ πόνοισιν ἀνηλέα κωκύουσαι εἰς Ἄϊδος κατίασιν ἀνοστήτοιο μέλαθρον· εἰ δὲ Ζεὺς ἐσίδοι, ψυχὴν μάλα πολλὰ παθοῦσαν | ||
195 | ἐκσώσει θανάτοιο, κακῶν δ’ οὐκ ἔσσετ’ ἀρωγός. Τίπτε μάτην, ἄνθρωπε, θυηπολέεις μακάρεσσιν; τίπτε μάτην τρισέλικτος ἀν’ οὐρανὸν ἤλυθε κνῖσα; ἴσχεο· οὐ γὰρ ὄνειαρ ἐν ἀθανάτοιο θυηλαῖς. οὐ γάρ τις δύναται γένεσιν μετατρεψέμεν ἀνδρῶν, | ||
1(200) | ἥθ’ ἅμα νηπιάχοις συγγίγνεται ἀνθρώποισιν, εὐθύ τε Μοιράων εἱλίσσεται ἀμφὶ μίτοισιν, | ||
κλώσμασιν ἀρρήκτοισι σιδηρείοισί τ’ ἀτράκτοις. ῥέζε Κρόνῳ καὶ Ἄρηι καὶ Ἑρμῇ καὶ Κυθερείῃ καὶ Διὶ καὶ Μήνῃ τε καὶ Ἠελίῳ βασιλῆι· | 90 | ||
205 | οὗτοι γὰρ κρατέουσι θεῶν, κρατέουσι καὶ ἀνδρῶν,
πόντου καὶ ποταμῶν πάντων ῥοθίων ἀνέμων τε,
καὶ γῆς καρποφόροιο καὶ ἠέρος ἀενάοιο. Πλησιφαὴς Κρονίωνι συναντήσασα Σελήνη εὐτυχέας ῥέζει καὶ μακαριστοτάτους· | ||
210 | εἰ δὲ λίποι Κρονίωνα φάει πλήθουσα Σελήνη, οὐκέτι τὴν αὐτὴν ἐντὸς ἔχει δύναμιν· ἀλλὰ κακῶν δεκτεῖρα πέλει λείπουσα πρὸς αὐτόν· ἔκφρονας, αἰνομόρους ἢ νοσεροὺς τελέσει, ἀμβλύτερόν τ’ ἐτέλεσσεν ἔμεν βίον ἐν καμάτοισιν, | ||
214b | ****** | ||
215 | Ἄρης καὶ Φαέθων κατεναντίον ἀλλήλοισιν ἄμφω κέντρον ἔχοντες ἀνωμαλίην βιότοιο ἀνθρώποις ἐπάγουσι, καὶ ἐκ φιλίης ἐλάσουσιν, καὶ προκοπῆς στερέουσιν, ἐπεὶ Διὸς ἔπλετο πλοῦτος καὶ δόξαι καὶ σωφροσύναι καὶ πίστιες ἐσθλαί, | ||
220 | ἐκ δ’ Ἄρεος πενίη τε κακὴ θόρυβοί τε μάχαι τε, ἐγκλήσεις μεγάλαι, περὶ σώματος ἔσθ’ ὅτ’ ἀγῶνες· οὗτοι δ’ εὔποροί εἰσιν, ἀπ’ εὐπορίης δὲ πένονται· ἢν δὲ μεσουρανέῃ Πυρόεις, τέλος αἰνὸν ἔχουσιν. κέντρον ἔχων Φαέθων Μήνης μέτα καὶ Κυθερείης, | ||
225 | ἤν πως φωσφορέουσα Σελήνη τῷδε συνάπτοι,
ἄρχοντας μεγάλους, εὐδαίμονας, ἔμφρονας ἄνδρας,
ἐνδόξους, στροφίοισι καρήατα κοσμηθέντας,
πλούτῳ τιμήεντας, ἀγακλέας ἀνθρώποισιν. Ἀμφότεροι δύνοντες ὁμοῦ Κρόνος ἠδὲ καὶ Ἄρης, | ||
230 | Μήνης Ἠελίου τε καταντίον ἑστηώτων, ῥέζους’ ἐμμανέας, πάσας φρένας ἐξολέσαντες· οἴονται δ’ ὁράαν νεκύων σκιοειδέα μορφήν, οἱ δὲ καὶ εὐφρονέοντες ἀεικέα πήματ’ ἔχοντες πίπτουσιν συνόδοισι Σεληναίης ὑπὸ ῥιπῆς. | ||
235 | ἢν δὲ Κρόνου μέσση τε καὶ Ἄρεος ᾖ Ἀφροδίτη, καὶ Μήνην λεύσσωσι καὶ Ἑρμείαν τετράγωνον, δρῶσιν φοιβητὰς ἢ μάντιας, οἵθ’ ἱεροῖσιν ἑζόμενοι ζώουσιν ὀνείρατα μυθίζοντες, οἱ δὲ καὶ ἐν κατοχῇσι θεῶν πεπεδημένοι αἰεὶ | ||
240 | δεσμοῖσιν μὲν ἔδησαν ἑὸν δέμας ἀρρήκτοισιν, | ||
240b | ****** | ||
241 | εἵματα μὲν ῥυπόωντα, τρίχες δ’ οὐρῇσιν ὅμοιαι ἵππων κηροπαγεῖς οὖλαι πληροῦσι κάρηνον· οἱ δὲ καὶ ἀμφιτόμοισι σιδηρείοις πελέκεσσιν ἔνθεα λυσσώοντες ἑὸν δέμας αἱμάσσουσιν. | ||
245 | πλησιφαὴς δ’ Ἄρηι συναντήσασα Σελήνη, Ζηνὸς ἄτερ Κύπριδός τε, κακὴ κατὰ πάντα τέτυκται· βλάπτει μὲν βίοτον καὶ πλούσιον ἄνδρα πένητα ῥηιδίως ἔρρεξε, μινυνθάδιόν τε χρόνοισιν ἐξαπίνης ἀπόλεσσε βίῃ κακοεργέϊ Μοίρης. | ||
1(250) | Ἄρεος ἠδὲ Κρόνοιο μέσην δείμαινε Σελήνην, | ||
οὕνεκεν ἀργαλέη πέλεται μογερῇσι τεκούσαις· τρύχει γὰρ ταύτας κρυφίμων ἄπο· πολλάκι δ’ αὐτοὺς ὤλεσεν ἐν θανάτοισι βιαιοτάτοισι βαλοῦσα, ἁψαμένους βρόχον αἰνὸν, ἢ ἀραμένους ξίφος ὀξύ, | 91 | ||
255 | ἢ πυρὶ δαιομένους, ἢ ἐν ὕδασι πολλὰ παθόντας. Ἄρεος ἠδὲ Κρόνοιο μέση Κύπρις οὐ καλοεργός, οὕνεκεν ἀνθρώποισι κακὴ κατὰ λέκτρα τέτυκται· μίσγει γὰρ δούλῃσιν ἑταιρίσιν, ἃς φιλέοντες ζήλῳ ἐλαύνονται κακοεργέϊ· πολλάκι δ’ οὗτοι | ||
260 | ἀνέρες ὀργιόωντες ἀποκτείνουσι γυναῖκας,
αἳ μόρον αἰνὸν ἔχουσι κακῆς διὰ φίλτρα κυθήρης. Ζῴδιον ὡρονόμοιο λαχὼν Ζεὺς ἠδ’ Ἀφροδίτη Ἄρηος δύνοντος ἀνηλέος ἠδὲ Κρόνοιο, | ||
263b | ****** | ||
264 | πλούσιοι ἐν πρώτοισι καὶ ἐν πυμάτοισι πένητες, | ||
265 | ἀλλ’ οὐκ ἐκλείπουσι μάχας θορύβους τε δίκας τε, εἰ μή πως Φαέθων πυμάτην περὶ μοῖραν ὁδεύσῃ. εἰ δ’ Ἄρης ὥρην κατέχοι Φαίνων τε σὺν αὐτῷ, δύνῃ δ’ αὖ Φαέθων κατεναντίον ἀμφοτέροισιν, ἐν νεότητι πένητα καὶ ἐς τέλος εὔπορον ἄνδρα | ||
270 | ῥέζουσιν, βιότοιο δ’ ἀνώμαλα ἔργα τελοῦσιν. εἰ δὲ Κρόνῳ καὶ Ἄρηι συνῇ κερόεσσα Σελήνη, μοίρης ἐντὸς ἐοῦσα, συνάπτῃ δ’ αὐτίκα τοῖσδε, ἐντὸς ἔχει κακίην Ἄρεός τ’ ἠδὲ Κρόνου αἰνήν, αἰνός τ’ ἀνθρώπων ἔσεται βίος ἠδ’ ἐλεεινός, | ||
275 | καὶ πενίη καὶ μοῖρα κακή· καὶ λάτρια ἔργα
πείσονται, βίοτόν τε ῥοπῇ λείψουσι πρόμοιροι. Ἡνίκα δ’ ἡ Κερόεσσα μέσον πόλον ἀμφιβεβῶσα νυκτερινοῦ θέματος κατὰ μοῖραν ἰοῦσα φαανθῇ, Ἠέλιος τ’ ἐπίκεντρος ἐν ἀρσενικοῖσι τόποισιν, | ||
280 | γεννῶσιν βασιλῆα, θεὸν βροτὸν ἀνθρώποισιν. Ἑρμείας δὲ μεσουρανέων, Τιτὰν δὲ σὺν αὐτῷ αὐτή θ’ ἡ Κερόεσσα καθ’ ὡρονόμοιο τυχοῦσα ἡμερινοῦ θέματος, βασιληίδος ἐστὶ γενέθλη. ταῦτα δέ τοι τελέουσιν, ἐπὴν ἐπίκεντροι ἔωσιν, | ||
285 | μηδένα τῶν ὀλοῶν κατεναντίον ἐχθρὸν ἔχοντες. Ἢν δ’ ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦς’ Ἀφροδίτη ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις, ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανός τε σιδήρου ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνῳ. | ||
290 | Ἑρμῆς δ’ οἰκείοις ὁπότ’ ἂν κατὰ κύκλα φαανθῇ,
μαρτυρίη δὲ Κρόνοιο κατ’ αἰθέρα τῷδε πελάζῃ,
δὴ τότε ῥήτορας ἄνδρας ἰδ’ ἐν σοφίῃσιν ἀρίστους
ἔσσεσθαι δείκνυσι καὶ ἀστρολόγους θεοφήμους. εἰ δὲ Σεληναίης ἑλικώπιδος ἄστατος ἀστὴρ | ||
295 | Ἑρμείαν σύμφωνον ἔχοι κατὰ κόσμου ἀταρπόν, καὶ μούνη Κυθέρεια συνῇ καλῷ Φαέθοντι, ῥεκτῆρας χρυσοῖο καὶ Ἰνδογενοῦς ἐλέφαντος ἐργοπόνους ῥέζει καὶ ζωγραφίης μεδέοντας, | ||
εὐφυέας θριγκῶν τε καὶ εὐτυχέας κανονισμῶν | 92 | ||
1(300) | κοσμήτας, μάλα τοι πεπονημένα τεχνάζοντας. Ζῆνα δ’ ὅτ’ ἂν φαέθοντα βάλῃ λαμπραύγετις ἀκτὶς Ἑρμείω, μίγδην τε διαλλάξωσιν ὁρισμούς, ῥήτορας ἐμφαίνουσι βροτοὺς σοφίης τε κρατίστους ζηλωτάς, τεύχει τε λόγων νεότητά τε λαμπρὴν | ||
304b | ****** | ||
305 | γραμματικὴν ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας. Μήνης δ’ ἀμφίκερω σκολιὸς δρόμος ἡνίκ’ ἂν ὀφθῇ Ἄρεος ἀκτίνεσσι πόλου λοξεύματα βαίνων, Στίλβων δ’ ἀμφ’ αὐτοῖς ἢ καὶ διάμετρος ὁραθῇ ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας | ||
310 | καὶ θυρέτρων δεινοὺς ἐπανοίκτορας ὀθνειάων, κλεπτῆρας φαύλους νυκτοπλανέας τελέουσιν· οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις εἰς συνοχὰς ἥξουσι σιδηρήεντά τε δεσμά, εἱρκτὰς δ’ οἰκήσουσι φυλασσόμενοι ἀλύσεσσιν, | ||
315 | ἔν τε βίᾳ θάνατον λείψει κακοεργέϊ θυμῷ, ἢ σφαγίοις ξίφεσιν δεδαϊγμένοι ἢ πελέκεσσιν, ἢ βρόχον ἀγχονόωντα δι’ αὐχένος ἐνδήσαντες, [ἢ διὰ λαιμοτόμου φάρυγος βίον αἵματι λείψει σφονδυλόεντα τράχηλον ἢ ἰνίον ἀκροτομηθείς·] | ||
320 | πνεῦμά θ’ ἑὸν λείψουσι πικρᾶς Μοίρας ὑπ’ ἀνάγκας. Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο, ναυσιβάτας δείκνυσι καὶ ὕδατος ἵστορας ἄνδρας, πλωτάρχας σκαφέων, οἳ πολλάκι ναυφθορίῃσιν | ||
325 | χείματος ὀρνυμένοιο βίον σώζουσι δι’ ἅλμης νηχόμενοι Μοίρῃσιν ὑπὸ τρόμον ἐν πελάγεσσιν. παμφαίνων δ’ ἀστὴρ κυανοχρώτοιο Κρόνοιο Ἠελίου σελάεσσιν ἀν’ οὐρανὸν ἢν ἰσόμοιρος, τηνίκα φυομένων βρεφέων γεννήτορα πρῶτον | ||
330 | μητέρος εἰς Ἀΐδην πέμψει νεκυηπόλος Αἶσα, κτήματά τ’ ἐκβάλλει πατρώια καὶ μέγαν ὄλβον, καί τε κασιγνήτων θάνατον ὁρόωσι προόντων, κἀκ πολλῶν θανάτων πλοῦτον μέγαν αὐξήσουσιν. ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ | ||
335 | [φωτὶ Κρόνου,] μάρτυς δ’ ἐπὶ [σήματι] τῷδε γένηται
καὶ Πυρόεις, μήτηρ προτέρη [πατρὸς] οἴχετ’ ἐς Ἅδην,
ἠὲ μογοστοκίῃ δεδαϊγμένη, ἢ ὑπὸ νούσου
αἱμηρῇσι γυναιξὶ φύσις κρύφι’ ἄλγε’ ἔδωκεν. | ||
† | Ἢν Κρόνος ὡρονομῇ, Πυρόεις δύνῃ δὲ κατ’ ἰθύν, | ||
340 | † | αἴλινος ὅστις ἀνήρ γε βιαιότατον μόρον ἕξει. Ἠελίῳ τετράγωνος Ἄρης, Μήνῃ δέ τε Φαίνων, δούλους ποιήσει καὶ γονέων στερέσει. ἢν δ’ ἔτι καὶ Παφίη κατεναντίον Ἄρεος ἔλθῃ, | |
343b | ****** | ||
344 | καὶ ταύτην τετράγωνος ἴδοι Κρόνος ὑψόθεν ἑστώς, | ||
345 | ἐκ δούλων δούλους τῇδε νόει ξυνέσει. ἢν Φαέθων τετράγωνον ἴδοι Κρόνον ἠὲ τρίγωνον, | ||
346b | ****** | 93 | |
347 | Ἑρμείας δέ τ’ ἐφ’ ὡρονόμου Μήνη τε σὺν αὐτῷ, εὐτυχὲς ἐσσεῖται τοῦτο θέμ’ ἐκ γενεῆς, | ||
348b | ****** | ||
349 | δόξῃ καὶ πλούτῳ καὶ φιλίαις μερόπων. | ||
1(350) | καὶ Ζεὺς ὡρονομῶν Πυρόεις θ’ ἅμα καὶ τρίτος Ἑρμῆς | ||
350b | ***** | ||
351 | Μήνη δ’ ἐκ συνόδοιο Κρόνον φίλον ἀγκαλίσαιτο,
εὐπρήκτους ῥέζει καὶ μακαριστοτάτους. Ἢν δὲ Κρόνος παρόδοισιν ἐπ’ Ἄρηος τόπον ἔλθοι, ψυχρὸς ἐὼν θερμοῖο, μολὼν τόπῳ οὐ καλοεργός, | ||
355 | ἔσσεται ἀνθρώποις πολλοῦ κακοῦ αἴτιος οὗτος·
λύπας γὰρ στονάχας τε βλάβας τ’ ἄξει μερόπεσσιν.
Ἄρης δ’ ἐν παρόδοισι κατοπτεύσας Κρόνον αἰνὸν
ἐσθλὸς ἔφυ· κτήσεις δ’ ἀγαθῶν καὶ νῖκος ὀπάζει. | ||
† | Εἴρηται δρόμος οὐράνιος ἀπλανῶν τε πλάνων τε. | ||
360 | † | Λοιπόν μοι Μοῦσαι δότ’ ἀεῖσαι πλείονα τούτων εἰς ἑτέραν βίβλον τῷδε μέτρῳ πρὸς ἔπος. | |
5(t) | ΒΙΒΛΙΟΝ Ε [ϛ] | ||
1 | Ἐξ ἀδύτων ἱερῶν βίβλων, βασιλεῦ Πτολεμαῖε, καὶ κρυφίμων στηλῶν, ἃς ηὕρατο πάνσοφος Ἑρμῆς σύμβουλον πινυτῆς σοφίης Ἀσκληπιὸν εὑρών, οὐρανίων τ’ ἄστρων ἰδίαις ἐχάραξε προνοίαις, | ||
5 | ἀντιτύπῳ κηρῷ ἀπομαξάμενος, κεκόμισται ἀνθολόγου μούσης βλύζον δώρημα μελισσῶν, ᾗ διὰ νύκτα μέλαιναν ὑπ’ οὐρανίων χοροῦ ἄστρων μοιραίοισι μίτοισι λάλον τὸ μάθημα καθεῦρον· οὐ γάρ τις τοίης σοφίης ἔτ’ ἐμήσατο κῦδος, | ||
10 | ἢ μοῦνος Πετόσιρις, ἐμοὶ πολὺ φίλτατος ἀνήρ·
οὐ βαιὸς κάματος δ’ οὗτος, Πτολεμαῖε, πέφυκεν. | ||
† | Ἀνθρώπων γενέσεις, ἃς ἤραρε μυρίος αἰών, | ||
† | ἐκ στομάτων ἱερῶν ὁ σοφώτατος εἶπεν Ὅμηρος | ||
† | χείλεσιν ἀμβροσίοις καὶ νεκταρέῃ διανοίῃ | ||
15 | «φύλλα, τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δ’ ἀπολήγει». «μοῖραν δ’ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται». | ||
20 | «ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;» | ||
† | μύθοις οὐρανίοισι φέρων παρέθηκ’ ἀγελαῖα, | ||
† | χάλκεα χρυσείοισιν, ἐπεὶ καὶ δόγματα θεῖα | ||
† | οἷα κόχλῳ χρυσὸς περικείμενός ἐσθ’, ὁ δὲ χρυσὸς | ||
† | κοσμεῖται κοχλίδεσσιν ἁλὸς περιπορφύροντος. | ||
25 | † | Ἐν πᾶσιν μύθοις καὶ τῇ ἰδίῃ διανοίῃ | |
† | εἴρηται πραπίδων κάματος εὐσυνθέτῳ ἔργῳ. | 94 | |
28 | † | Ὥρῃ ἀκριβοῦται δὲ βροτοῖσι τὰ δόγματα θεῖα, | |
27 | † | ἢν δ’ ὥρην ψεύσῃ τι, συνεξώλισθεν ἅπαντα. | |
29 | † | Ἀστέρες ἑπτὰ θεοὶ μὲν ἀν’ οὐρανοῦ ἠέρα πουλύν, | |
30 | † | οἳ ζώνας κατέχουσιν ἄνω τὰς ἑπτὰ πόλοιο, | |
† | αἰῶνός τε γένος καὶ ῥίζα φύσεως πολυμόρφου, | ||
† | ζωδιακοῦ κύκλου σφαίρωμ’ ἄνα καγχαλόωσιν | ||
† | εἰν ἰδίοις ὁρίοις ὑψώμασιν ἠδέ τ’ ἐν οἴκοις· | ||
† | Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς. | ||
34b | ****** | ||
35 | † | ἐν συνόδῳ, βασιλεῦ, μεγάλους παρέχει βασιλῆας· | |
† | αὐτίκα δ’ ἐν συνόδῳ Μακεδὼν βασιλεὺς ἐγενήθη, | ||
† | ὃν πινυταῖς πραπίδεσσιν ὁμοῦ σκήπτροις ἀνέδειξαν· | ||
† | καὶ σὺ δέ γ’ ἐν συνόδῳ, ἀλλ’ οὐκ αὐτῇ ἐνὶ ὥρῃ. | ||
† | Ἠέλιος σατράπας μεσσουρανέων ἐπιδείξει, | ||
40 | † | καὶ στρατιῆς Ἄρης ἡγήτορας οἷς ἐνὶ οἴκοις, | |
† | ἐν δ’ Ἄρεως οἴκοις καὶ Ζεὺς ἀπέφηνε δικαστάς· | ||
† | καὶ τούτων δὲ ἕκαστος, ὅτ’ ἂν ἐπίκεντρα τὰ φῶτα, | ||
† | ἢν δ’ ἀτόνως λεύσειε, συνεξώλισθεν ἅπαντα. Ὡς ὅτ’ ἂν ἐν μεγάλοις τοῖς σχήμασι καλὸν ἀθρήσῃ | ||
45 | ἀστὴρ ἀργαλέος, ὑπὸ βασκάνῳ ὄμματι θραύει,
οὕτως ἀργαλέοις ἀστὴρ καλὸς ὄμματ’ ἐποίσει
ἢ τετράγωνος ἐὼν τοῖς σχήμασιν ἢ διάμετρος. Ἀντολίην ζητῶν καὶ τὴν φάσιν ἐν συναφῇσιν, νυκτερινὸν δείμαινε Κρόνον καὶ ἑῷον Ἄρηα· | ||
5(50) | ἀρχαὶ γὰρ τούτῳ πάμπαν τελέθουσιν ἀηδεῖς. ὡς πυρὸς αἰθομένου στυγεραὶ φλόγες εἰσὶν ἐν ὅλῃ | ||
51b | ****** | ||
52 | λάβρ’ ἐπιγινομένου καὶ σβέννυται εὐθὺ παρ’ ἀκμήν, | ||
52b | ****** | ||
53 | ἢν δ’ ἐσίδῃ Παφίην, οὐ μαίνεται, ἀλλὰ κενοῦται. τοῦ δὲ Κρόνου τάρβει αἰεὶ κατὰ πάντα τελευτήν· | ||
55 | ψυχρὸς γάρ τε πέλει *** | ||
55b | * | τῇδε Κρόνοιο βολὴ καὶ πήγνυται αἰεὶ | |
56 | ὄψιμος· εἰ δ’ ἄμφω δι’ ἔριν περὶ κέντρον ἔωσιν, ἔνθ’ ἀκαταστασίαι καὶ πῆμ’ ἐπὶ πήματι δεινῷ. ἢν στείχωσι δ’ ὁμοῦ συνόδοις ἢ εἰς ἕνα χῶρον, εὐκρασίῃ χαίρουσι καὶ οὐκέτι δῆριν ἔχουσιν· | ||
60 | θερμότατος γὰρ ἐὼν ψυχρῷ ἀνακίρναται Ἄρης,
ψυχροτάτη δὲ Κρόνοιο βολὴ ὑποθάλπεται Ἄρει. Μειλίχιος κρονίδης κατὰ πάντα Κρόνῳ συνοδεύων σύν τ’ ἄστροις πᾶσιν, πλὴν Ἠελίου κακοεργοῦ, σὺν κείνῳ γὰρ ἐὼν λύει πατρώιον οἶκον | ||
65 | καὶ φυγάδας τεύχει καὶ ἐν ὀθνείῃσιν ἀλήτας. Ἠέλιος Παφίῃ κοινούμενός ἐστι κάκιστος· ζῆλον, δυσγαμίην, ἐγκλήματα, ὕβριν, ἀνάγκην, καὶ ψόγον ἐν λέκτροις, ἀσχήμονά τ’ ἀλλοπρόσαλλον | ||
68b | ****** | 95 | |
69 | Καὶ δύνων Κρονίδης ἢ καὶ ὑπόγειος ὑπάρχων | ||
70 | λαμπροτέρας πρήξεις εἰν ἀλλοδαποῖσι τόποισιν,
εὐπορίην δηλοῖ τε καὶ ὀψίτυχόν τινα πίστιν. Ἢν δ’ ἐσορῇ Στίλβοντ’ Ἄρης ἐπὶ τέρματος αἴης, θησαυροὺς ἐπέδειξε, καὶ ἐκ χθονὸς ὄλβον ἔδωκεν. Ἄστοργος θυμοῖσιν ἀεὶ ὀλοώτατος Ἄρης | ||
75 | μὴ καθορῶν Κρονίδην, μηδ’ εὐπλόκαμον Κυθέρειαν. Οὗτος γὰρ κακός ἐστιν, ὅταν δ’ ἐπίκεντρος ὁδεύων ὄσς’ ἀνέχων λεύσῃ καταλαμπομένην Ἀφροδίτην, | ||
77b | ****** | ||
78 | Πᾶς ἀστὴρ πέλετ’ ἠὲ πανήμερος ἠὲ πονηρὸς ἐν γενεῇ· φαῦλος δ’ ὅτε οἱ παλίνορσος ἐπειχθεὶς | ||
80 | εἰς ἰδίην χώρην αὐτὸς κατ’ ἐπέμβασιν ἔλθοι. Ἀργαλέων ἄστρων δυνατῶς γίγνωσκε τὰ δῶρα. Ἐν δὲ τέκνοισι μόνοις ἀγνώμονές εἰσι δοτῆρες· καὶ διδόασι γονὴν ἰδὲ πένθιμον ὄμμασι δάκρυ. Ἄρης καὶ Στίλβων, σύμφωνα τὰ κέντρα λαχόντες, | ||
85 | ὑψηλούς, δρήστας, μεγαλόφρονα ἠδὲ βιαίους, πταίοντας τόλμῃ καὶ σφαλλομένους ἐπὶ δόξῃ· ἤτοι γὰρ κολάσει συνελαυνόμενοι βεβάρηνται, ἢ ἀλόγους μέμψεις ὑπενεγκάμενοι πεπάτηνται, ἠὲ πάτρην φεύγουσι διωκόμενοι παρ’ ἕκαστα. | ||
90 | ἢν δὲ Κρόνος τούτῳ τῷ σχήματι μάρτυς ἐπέλθῃ,
τὸν δρησμὸν λύσας δόξαν παλίνορσον ἔδωκεν,
καὶ χειμῶνι πικρῷ γλυκερὴν ἐπέχευε γαλήνην. Ἑρμείας κακότεχνος ὁμοῦ καὶ πυρβόλος Ἄρης, ἢ δύνοντες ὁμοῦ ἢ καὶ ὑπόγειοι ἐόντες, | ||
94b | ****** | ||
96 | ὄλβῳ γὰρ πίσυνοι καὶ τεύχεσι θωρηχθέντες | ||
95 | ἐλπίσιν ἀπλήστοις μεγάλας ἀρχὰς μελετῶσιν· | ||
97 | οὐρανίοις δ’ ἄστροις ἀνεπειγόμενοι ἀτῶνται, ἠδ’ ἄστρων ψαύσαντες ἑὴν διὰ πίστιν ἄπιστον | ||
98b | * | οὐρανίῃσι βολαῖς ὡς ἀστέρες ἄφνω ἔλαμψαν, | |
99 | οὐρανίῃσι βολαῖς ὡς ἀστέρες ἦλθον ὑπ’ ὄρφνην. | ||
5(100) | Καὶ Παφίη δύνουσα κακή, ὡς λοίγιος Ἄρης·
ἀλλ’ ὁ μὲν ἀλγύνει ψυχὴν καὶ σῶμα βρότειον,
ἡ Παφίη δὲ πικρὴ καὶ βάσκανός ἐστ’ ἐπὶ λέκτροις. Ἑρμῆς καὶ Παφίη ἰδίαις μοίρῃσι ταπεινοὶ ξυρομένους κεφαλὰς μίμους ὄχλοισι γελοίους | ||
104b | ****** | ||
105 | Οὐ καλός ἐστιν Ἄρης καὶ ἐπεμβαίνων Ἀφροδίτῃ· ζήλους γὰρ τεύχει φοβερούς, καὶ φάρμακα δεινά, | ||
καὶ κρύφιμα στομάχων ἀλγήματα καὶ νόσον ἄρθρων. Ἥμερός ἐστιν Ἄρης ἐπὶ τὸν Δία πάντοτ’ ἄκεντρος. Αὐξιφαὴς δ’ ἀγαθὴ κατὰ πάντα πέφυκε Σελήνη, | 96 | ||
110 | ἢν φεύγουσα Κρόνον ἐπὶ τὸν Δία πρῶτον ἵκηται·
καὶ λείπουσα καλή, ὁπότ’ ἂν Παφίῃ συνοδεύῃ·
μεῖον δ’ ἢ μεῖζον μεστὴ πρὸς Ἄρηα κακίστη.
Πλησιφαὴς Μήνη ἐπὶ τὸν Κρόνον ἐστὶν ἀρίστη·
πλοῦτον γὰρ πουλὺν παρέχει, ἀλλ’ οὐκ ἐπὶ δόξῃ. | ||
115 | Πλησιφαὴς δ’ ἀκτῖσιν ἀπορρείουσα Κρόνοιο
ψυχαῖς πλαζομένους, ἐξισταμένους διανοίης,
σαρκῶν ἐξ ἰδίων ἀπογευομένους, ἱεροῖσιν
θυμῷ μορμύροντας ἐπίψογον εἰς νόσου ὀργήν,
βωμολόχους θ’ ἱερεῖς, τιμαῖς θείῃσι προφήτας. | ||
120 | Ἠέλιον Μήνη ὁπότ’ ἂν συναφῇσι καθεύροι, ἀρχῇσιν πλοῦτον παρέχει πενίην ἐπάγουσα· οὐκ ἰδικὴν γὰρ ἔχει φάσιν ἡ θεός, ἀλλά τιν’ αὐγὴν χείρον’ ἀπ’ Ἠελίοιο δανείζεται, οὐ μόνιμον φῶς· Μήνη δ’ ὡς σχομένη περ ἀπώλεσεν, ὅσσον ἕλῃσιν, | ||
125 | οὕτω καὶ πλούτῳ πενίην ἐπέθηκε φέρουσα,
ἀντιτύπῳ νεμέσει ἀποδωκαμένη τὸ δάνειον. Σύνδεσμος Μήνης ὀλοώτα τός ἐστι βροτοῖσιν· κἢν λύσῃ δὲ φάσιν τὰ τελέσματά γ’, οὗτος ἔφυσεν πτωχόν, χερνήτην ταλαπείριον ἠδέ τ’ ἀλήτην. | ||
130 | Ἠελίου κέντροισιν Ἄρης διάμετρος ὑπάρχων τέκνοις καὶ γενέτῃσι μάχας ἠδ’ ἄστατον ὀργήν· καὶ διάμετρος Ἄρης εὑρὼν μοίρῃσι Σελήνην, δεσμά, βρόχους, εἱρκτάς, πολέμους, ἀσχήμονα ζωήν· ἢν δ’ ἀπόκεντρος Ἄρης μοιρῶν ἰδίων διάμετρος, | ||
135 | μιμηλὰς τέχνας, καμάτους πυρὸς ἠδὲ σιδήρου·
καὶ Παφίῃ διάμετρος Ἄρης οὐ σώφρονα μοιχόν. | ||
136b | ****** | ||
137 | καμπτομένοις ζώοις ὅτ’ ἂν εὑρήσῃς ποτὲ φῶτα, Ἑρμείαν σκέπτου, μεθοδεύεται εἰ τότ’ ἐκεῖνος σχήματι τῆς Παφίης, θηλυνόμενος γὰρ ἐκεῖνος | ||
140 | κοσμεῖτ’ ἀρσενόθηλυς ἐὼν πέπλοισι γυναικῶν,
καὶ τούτων χάρισιν δαμνᾷ θυμέλῃσιν ἐραστάς·
εἰ δὲ γυναικὸς ἔῃ, πολύκοινον ἔτευξεν ἑταίρην,
μουσῳδόν, σοβαρήν, πολλοὺς τήκουσαν ἐραστάς. Εἰ δ’ Ἄρην ὑπόγειον ἔχων φαίνοιτό τις ἀνήρ, | ||
145 | καὶ σὺν τῷδε γένοιτο ἰοβλέφαρος Κυθέρεια,
καλοβάτην σχοίνοισί τ’ ἔπ’ ἠερόφοιτον ἔθηκαν,
Ἴκαρον αἰθέριον πτερύγων δίχα καὶ δίχα κηροῦ·
ἢν δ’ ἐσίδῃ Τιτὰν φαέθων, ἐπὶ γαῖαν ἀφῆκαν. Ἢν δ’ εὕροις Μήνην αἰεὶ δύνουσαν ἐφ’ ὑγροῖς, | ||
5(150) | πρὸς Κρόνον ἐρχομένην ἢ δύνουσαν τὰ βόρεια, | ||
ἄνθρωποι θύνουσαν ὁρῶνται ναυτίλοι ὑγρήν, ὧν ὁδός ἐστιν ὕδωρ, οἱ δ’ ἀστέρες εἰσὶν ὁδηγοί, ἡνίοχοι δ’ ἄνεμοι, καὶ κύματα μακρὰ κέλευθα. ἢν δ’ ἐσίδῃς ζώοις ἐν ὀλισθηροῖσι τὰ κέντρα, | 97 | ||
155 | Καρκίνῳ, Ὑδροχόῳ ἠδ’ Ἰχθύσι τοῖσιν ἀφώνοις, δύνοντας καθ’ ὕδωρ δεσμευομένους θ’ ὑπὸ μαζῶν | ||
156b | ****** | ||
157 | κυανέῳ πελάγει ὑπονήχεται, ἠΰτε δελφὶν,
σφόγγους ἐκ βυθίων πουλυτρήτους ἀνερευνῶν. Ἐν δ’ ἰδίοις οὔσης Παφίης ἅμα Ἑρμάωνι, | ||
160 | ἢ τρητοῖς καλάμοις ὑπὸ πνεύμασιν ᾆσμα μελῳδεῖ, ἢ νομίῳ σύριγγι φίλην κεφαλὴν ἐπισείει, ἄλλῳ δ’ ἐκ στομάτων κελαδεῖ μυκήματα σάλπιγξ, ᾧ δ’ ᾄσει κίθαρις νευρένδετος ἐν παλάμῃσιν, ἄλλῳ δ’ ἁρμονίην χαλκώματα πληκτὰ παρέξει. | ||
165 | ἀλλ’ ὅτ’ ἂν ἡ Παφίη Ἑρμῇ στείχουσα συνοικῇ, Ἑρμείαο τόποισιν ἀγαλλομένη, ἐπὶ χώρῃ αἰόλλειν μορφὰς ἢ χρώμασι τῇδέ γ’ ἔδωκεν ἢ πολλοῖσι μίτοις ἢ πλάσμασιν ἤ ποτε κηρῷ. ἢν δ’ ἐπάνω φέρεται μετὰ Ἠελίοιο Σελήνη, | ||
170 | ἡνίοχος καμπτῆρα διερχόμενος, φιλονείκως ἱπταμένων ζώων τετράζυγον ἅρμα διώκων, καὶ νύσσῃ σύρδην ἐπινίκιον ἵππον ἐλαύνων. ἢν δὲ Σεληναίη ὕψωμ’ ἀνιοῦσα σὺν Ἑρμῇ αὐξιφαὴς κατίδοι κλυτὸν Ἥλιον Ὠκεανίτην, | ||
175 | ἰξῷ χρησαμένην τέχνην καλάμοις τ’ ἀναφαίνει, καὶ ταύτην ἴρηξ ὠκύπτερος οὔ ποτε λείπει. εἰ δ’ Ἄρεα γνοίης ἀκρονύκτιον ὀβριμοεργόν, καὶ σὺν τῷδε Κρόνον τε καὶ Ἑρμείην παρεόντα, ἀράμενοι παλάμαις ὑπὸ τύμπανα φάσγανον ὀξὺ | ||
180 | μιμοῦνται δυσαγῆ Κυβελήιον ἔνθεον Ἄττιν. ἢν δ’ Ἄρης ζώοις ἔπι φωλεύων κατὰ κέντρα τὴν πρῆξιν ζητῇ καὶ τὸν Κρόνον ὄνθ’ ὑπόγειον, ῥιζοτόμους τεύχει, παραβαλλομένους, ἐπαοιδούς, ζητοῦντας θάνατον κακοδαίμονα καὶ μόρον αὔτως | ||
185 | ἀσπίδος αἰνομανοῦς πλατυαύχενος, ἠδ’ ἄρ’ ἐχίδνης διψάδος αἱμοβόρου φοβερὸν θάνατον καθελόντας, Τανταλικῇ κολάσει ὑπὸ γαμφηλῇσιν ὀδοῦσιν ἰὸν ἐρευγομένης ὑποδίψιον ἄσθματι δεινῷ. εἰ δ’ αὔξουσα τύχῃ μεσσουρανέουσα Σελήνη | ||
190 | καὶ διάμετρος Ἄρης σύν τ’ Ἠελίῳ ὑπόγειος, φρυγομένων σαρκῶν ὑποτήκεται αἴθινος ἀνήρ. καὶ δύνων Πυρόεις, ὁπότ’ ἂν Κρόνος ὡρονομήσῃ, σαρκοβόροις θηρσὶν παρέχει γεννώμενον ἄνδρα· ἢ γὰρ ὑὸς καπρίοιο ὑφίσταται ἀργὸν ὀδόντα, | ||
195 | ἢ γναμπτοί σφ’ ὄνυχες λαιμὸν διόρυξαν ὄρεσιν πορδάλιος στικτῆς ἠὲ βλοσυροῖο λέοντος. ἡνίκα δ’ ἡ βασίλεια μέση συνέχοιτο Σελήνη Ἄρεος ἠδὲ Κρόνου συλλαμπομένη ἰσόμοιρος, τῷ μὲν ἔδωκε βρόχον, τῷ δ’ αὖ βυθόν, ᾧ δὲ μελάθρων | ||
5(200) | πολλάκις ἢ πτώσεις ἢ χώματα προσκυλίσασα
κληΐδων ἀπέρηξε βίῃ συνθλωμένῳ ὀστᾶ. | ||
† | Μὴ λαθέτω σε Κρόνος ἰσομοιρήσας Ἀφροδίτῃ, | 98 | |
† | τέκνῳ μὲν τεύχων Πελοπήιον ἠὲ Θυέστην, | ||
† | ἠὲ καὶ εἰς ἄλλην ἀσεβῆ υἱὸν Ἰοκάστην, | ||
205 | † | πολλάκι δὲ προγόνους καὶ μητρυιῇσιν ἔμιξεν | |
† | ἠδὲ κασιγνήτοις ἐπάγει ὁμογάστριον εὐνήν. | ||
† | ἐνθάδε μοι, βασιλεῦ, τῷ σχήματι γίγνεο μάρτυς, | ||
† | γνωρίζων γενεῇ τοὺς Ἀρσινόης ὑμεναίους. Χαίρει τοι Τιτὰν μὲν ἐπ’ ἀρσενικοῖσι τόποισιν, | ||
210 | γηθεῖ δ’ αὖ Μήνη πάλι θηλυτέροισιν ἐν οἴκοις. εἰ δ’ ἄμφω τούτους ἐνὶ θηλυτέροισι καθεύροις, εὐνοῦχον σὺ νόει ταλαπείριον ἠὲ κίναιδον, ἱστοῖς, ἠλακάταις μιμούμενον ἔργα γυναικῶν. εἰ δὲ γυναῖκα λάβοις εἰν ἀρσενικοῖσιν ἔχουσαν | ||
215 | Μήνην Ἠέλιόν τε, νόει τὸ σχῆμ’ ὅ τι δηλοῖ·
ἀνδρῶν ἔργα τέλεσσε γυναιξὶ συνευνάζουσα. Νυκτερινὸς δὲ Κρόνος ὁπόταν ὑπόγειος ὑπάρχῃ, καὶ δέ τ’ Ἄρην ἐσίδοις γε μεσουρανέοντα ἄνωθεν, ἁπλώσας παλάμῃσιν ἐπὶ ξύλου ὑψόθι σῶμα | ||
220 | οἰωνοῖσι βορὴν ἐπανιπταμένοις ἐπέδειξεν,
μοίρης νευροτόμου ἐσφιγμένος ἄκρα σιδήρῳ | ||
† | Τὴν Μήνην σκέπτου, εἰ Τιτῆνος ἐνὶ οἴκῳ, | ||
† | κἢν εὕρῃς τοῦτον φωλευόμενον διάμετρον, | ||
† | καὶ φυγάδας σὺ νόει καὶ ἀτίμητον διὰ πάντων. | ||
225 | Αὐξιφαὴς Μήνη θερμὸν διάμετρον Ἄρηα ἢν προφύγῃ, λίην ψυχρήν τ’ ἀκτῖνα Κρόνοιο, Ζεὺς δὲ τρίγωνος ἔῃ ἐν σχήματι τῷδέ γε μάρτυς, τὸν βίον αὐτὸς ἔχων ἢ καὶ καθορῶν διάμετρος, ἡλικίῃ μὲν πρῶτα μέγαν, περιμήκεα θῆκεν, | ||
230 | ὀφθαλμοῖσι χαρωπὸν ἰδ’ ὀφρύσιν εὖ ἀραρυίαις, [μηχανικὸν σὺ νόει τε πολύτροπον ἢ πολύτλητον,] [οἶκον μὲν φθείροντα πατρώιον, ἠδέ τ’ ἀλιτρόν, ὃς σκεδάσας ὄλβον πενίην δαπάνῃσι διώκει,] τὴν δ’ ἰδίην ἀκμὴν φιλέοντι δίδωσιν ἐραστῇ, | ||
235 | τὴν δ’ ἄλλου ὥρην αὐτὸς ποθέων ἀγαπήσει, ζηλώσει δούλην δ’, ἢ ψάλτριαν, ἢ πολύκοινον, ἐχθροὺς δ’ ἐκπτώσσει, τοῖς κρείττοσιν ἀντιφερίζων, καὶ πάτρης εἴξει, ἠδ’ ἐν ξείνῃ διατρίψει, καὶ πλαστῇσι γραφαῖς ἀπεπείγεται ἄλλοσε γαίης | ||
240 | εἰς στεινὸν ζωῆς λύπης μέτα, ταῖς ἐπὶ τέχναις
ἀλλοτρίαις τε γραφαῖς ἐπιτέρπεται, ἢ δίχα λύπης
εὐτραπέλοισι γραφαῖς τερπνὸν βίοτον διοδεύει. Ἡνίκα δ’ ἂν Μήνη Ἑρμῇ στίλβοντι συνάπτῃ, ῥήτορα σημαίνει, καί ῥ’ ἐν μελέτῃσι σοφιστήν, | ||
245 | εὔγραμμον πινυτόν τ’, ἐν γυμνασίοις τ’ ἴσον Ἑρμῇ. Σκορπίος, Αἰγόκερως καὶ Καρκίνος ἠδ’ ἄρ’ οἱ Ἰχθῦς ἐκ φολίδων πολλῶν συγκείμενοί εἰσι τὸ σῶμα, καὶ λεπίδων πολλῶν λεπτῶν θ’ ἅμα καὶ πολυχρώμων· ἐν τούτοισι τυχὼν Πρέσβυς καὶ λοίγιος Ἄρης | ||
5(250) | καὶ Μήνη κεραὴ καὶ γλαυκιόωσα Κυθήρη ψώρην καὶ λέπρην, ἀλφούς, λειχῆνας ἔτευξαν. κεντρωθεὶς δ’ Ἄρης ἤν πως φαίνοιτο σὺν Ἑρμῇ Ἠελίου οἴκῳ καθορώμενος, ἐχθρὸς ἐπ’ ἐχθρῷ, ὀφθαλμὸν βλάπτει, εἰ μέν θ’ ἕνα φωσφόρον ἀθροῖ· | 99 | |
255 | εἰ δ’ ἄμφω κατίδοιτ’, ἀλαὸν καὶ πηρὸν ἔθηκεν. Εἰ δ’ ἀγαθὸς σωτὴρ φαεσίμβροτος οὐράνιος Ζεὺς αὐξιφαοῦς Μήνης ὑποδέξεται ἱερὸν ὄμμα, ἀρχῇ καὶ πίστει καὶ τιμαῖς ἐστεφάνωσεν, εἵμασι πορφυρέοις τε φέρει κοσμούμενον ἄνδρα. | ||
260 | Ὁ Κρόνος Ἑρμείαν κατέχων Κριοῦ ἐνὶ οἴκῳ, ἢν Μήνην ἐσίδῃ ὕψωμ’ ἀνιοῦσαν ἑαυτῆς, ὡρονόμου τε κρατῇσι, βραβεὺς τοῦ πνεύματος αὐτός, τραυλὸν ἐνὶ γλώσσῃ, ἀχαρίστατον εἶδος ἔχοντα, ταῖς ἀκοῇσι βαρὺν καὶ τοῖς ποσὶν ἠδὲ καὶ ἄρθροις, | ||
265 | [ἀστρολόγον πινυτὸν καὶ ῥήτορα καὶ φιλόμουσον, ῥυθμοῖς καὶ μέτρων ποιήμασιν εὔστοχον ἄνδρα, σχήμασιν εὐθαρσῆ καὶ χρώμασιν ἀπροφίδητον,] [πουλύγαμον, τέκνοισιν ἐπώδυνον ἠδὲ πολύτλαν,] εὔμουσον, λιγυρόν, φιλοπαίγμονα τῇ διανοίῃ, | ||
270 | [οὗ πόρος ἐστὶ φύσις, ἡ δ’ αὖ φύσις ἐστὶν ὁ δαίμων,
καὶ σοφίῃσι λόγων φυσικῶν βίοτον μεθοδεύων,]
ζωῆς καὶ μούσης εὐσύνθετον εἰς τὸ νοῆσαι
ἀνθολόγοισι τροφαῖς ἠδ’ εἰν ἰδίῃσι μελίσσαις. Εὔσφυρος Ἑρμείης ἢν Ζηνὶ μόνῳ συνοδεύῃ, | ||
275 | εὔπορος ἀκριβής τε φύσει, κυκλῶν τὸ νόμισμα· σμικρολόγος γὰρ ἐὼν πολλοῖσι τόκοις ἀναβαίνει, φειδωλὸς ψηφὼν ὁ φιλάργυρος ἠδὲ δανειστής. ἐν δὲ τρίταις χώρῃσιν ἀφ’ ὡρονόμοιο τυχήσας ἀγρευτῆρι λίνῳ ἀνεφέλκεται ἐξ ἁλὸς ἰχθύν. | ||
280 | εἰ δ’ Ἄρην ἐσίδοις θυμούμενον ἐκ διαμέτρου,
καὶ δολίοισι βρόχοις ὀρεσίτροφα πάντα κυνηγεῖ. ἢν Παφίην εὕρῃς περιπλεξαμένην τὸν Ἄρηα, μοιχοὺς καὶ λάγνους καὶ παντοπαθεῖς ἐποίησεν. Ἐν Παφίης οἴκοις ὁ Ζεὺς ἐπίδοξος ὑπάρχει, | ||
285 | καί ῥ’ οὕτως παρέχει, ἢν καὶ ἐπίδοξα τὰ φῶτα· [ἀφνειοί, μεγάλοι, περικαλλέες, ὄμμασι γαῦροι, λευκοί, καὶ ξανθοῖσιν ἐπαντέλλοντες ἰούλοις, εὐπρόσιτοι, γλυκεροί, σοβαροί, χαρίεντες ἀοιδοί, εὔθικτοι, πινυτοί, εὐσχήμονες, ἀρχικυνηγοί, | ||
290 | οὐχὶ μόνον ζώων θηρήτορες, ἀλλὰ γυναικῶν, δισσολόγοι, δίγαμοι, δίγονοί θ’ ἅμα καὶ διπολῖται, | ||
* | φαινόμενοι πᾶσιν μακαριζόμενοί τε.] | ||
† | καὶ πάτρῃ χαίρουσι, καὶ ἐν ξείνοισι βιοῦσιν· | ||
† | τιμῶνται συνεχῶς ἠδ’ ἐξ ἀλόχων ἀγαπῶνται· | ||
295 | † | αὐχοῦσιν στεφάνοις, φιλίαις γηθοῦσιν ἀνάκτων· | |
† | μαρτυρίαις δόξῃσί τ’ ἀγαλλόμενοι σελαγεῦνται, | ||
† | πενθερικοῖς θαλάμοισι διωκόμενοι καθορῶνται, | ||
† | ἢ κλοπίμως φθείρουσι λέχη ἰδίων συνεφήβων. | ||
[κἀν ἄστει φαίνονται, ἰδ’ ἐν στρατιῇσιν ὁρῶνται.] | 100 | ||
5(300) | Ἢν δέ τ’ ἔχῃ σύνδεσμον ἐπ’ Ἠέλιόν ποτε Μήνη, ἐκ πενίης πλουτεῖ τε καὶ εἰς πενίην ἀνακάμπτει· δόξαν ἔχει τέχνης Ἑκατησίου εἵνεκα κέρδους, καὶ μαγικῇ συνέσει πέπιθεν τὰ πνεύματα φεύγειν, καὶ κρυφίμαις βίβλοις ἐπαγαλλόμενος περιείργει· | ||
305 | πίστεις μὲν παρέχει σοβαραῖς μεγάλῃσι γυναιξίν, ἐκ δὲ τύχης μικρῆς ἐπὶ μείζονα πίστιν ὁδεύει. κἢν εὕρῃ Μήνη μετὰ τὴν λύσιν ἀστέρας ἐσθλούς, σιτοδόται, κτίσται, μὴ φειδόμενοι φιλοτίμως ὄλβον καὶ πλοῦτον καὶ χρήματα χρυσοφορητὰ | ||
310 | εἰς βυθόν, εἰς ἀνέμους διαπαιζόμενοι δαπανῶσιν,
καιροῖσιν πάμπαν, τὸ πλέον δὲ περισσὰ [διδόντες]
λείπονται πάντων ἐλεούμενοι οὐδὲν ἔχοντες. Τὰς αὐτὰς δυνάμεις εἴτ’ ἀνδράσιν εἴτε γυναιξὶν σκεπτόμενος προλέγω, ὥρη δὲ φύσιν διορίζει· | ||
315 | ἀλλὰ καὶ ὣς ἐρέω τοῖς σχήμασι καὶ τὰ γυναικῶν. σώφρονας ἡ Παφίη οἴκοις ἰδίοις, μετὰ Ζηνός εὐμόρφους, πινυτάς τ’, ἢν καὶ Στίλβοντα καθεύρῃ· καὶ πόρνας ὁ Κρόνος ἀσχήμονα ἔργα τελούσας, ἐν διθύροις αἰεί τε προϊσταμένας ἀναφανδόν. | ||
320 | τετράποσιν ζώοισιν εἰ ᾖ στείχουσα Σελήνη, εἰ καὶ τὴν ὥρην ἐν τετραπόδεσσι καθεύροις, ἀρρήτοις ἔργοισι μιαίνεται, ἠΰτ’ ἐπ’ ἔργοις ἐκ στομάτων αἰσχροῖς διαβαλλομένη κακοφήμως. εἰ δ’ Ἄρης ἠοῦς γε μεσουρανέοιτο, λογίζου, | ||
325 | ἦ πολλοῖς μήτηρ ἐπὶ δάκρυσιν ἔστεν’ ἄτεκνος, εἰ δὲ Κρόνος Παφίην ἰδίοις οἴκοισι καθεύροι, κἢν φάσκῃ τίκτειν ἐκ νηδύος, οὔ ποτε τίκτει, ψευδομένη δ’ ὠδῖνας ἀνώδυνός ἐστιν ἄτεκνος, ἀλλοτρίην τε γονὴν ὑποβαλλομένη κακοτέχνως | ||
330 | καὶ κλίνασα δέμας στείρα λοχός ἐστ’ ἐπὶ κλίνης,
καὶ πλαστὴ μήτηρ ἐσκήψατο τὴν φάσιν ἁγνῶς. Ἄρεα καὶ Παφίην συναφαῖς εὑροῦσα Σελήνη Ἠελίοιο τόποις ἢ καὶ Στίλβοντος ἐν οἴκοις, ἢν διάμετρον ἔχῃ δνοφερὴν ἀκτῖνα Κρόνοιο, | ||
335 | ἰσχνὴν καὶ λυπρήν, κακοπρήγμονα καὶ κακόβουλον, αὐστηρὴν, προπετῆ, πολυπρήγμονα, βάσκανον αἰεί, εὔκνιστον, πρόλαλον καὶ βληχρὴν καὶ φιλόνεικον, λυσσάδα, ζηλότυπον καὶ ἀγνώμονα καὶ περίεργον, πῆμα λυγρῷ γαμέτῃ συναλιζόμενον κακοῆθες· | ||
340 | ἀλλ’ ὑπὸ τῆς Παφίης ἀμβλυνομένη μεταβάλλει. | 101 |